16. ψηνόϲ ὁ μαδαρόϲ καὶ φαλακρόϲ παρὰ τὸ ἐψῆϲθαι. ὁ δὲ Ἡρωδιανόϲ φηϲιν ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰϲ ἐλάχιϲτον καὶ μικρὸν ἔκ τινοϲ οὐϲίαϲ μέροϲ καθιϲτάμενον.