14. ψάλλειν ἐπὶ τῶν χορδῶν παρὰ τὸ ψῶ, οὗ παραγωγὸν ψαύω καὶ. ψάλλω. παρὰ τὸ διὰ δακτύλων ἐφάπτεϲθαι αὐτῶν. οὕτω Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ. 15. ψεδνόϲ παρὰ τὸ ψῶ, οὗ μέλλων ψήϲω, ῥηματικὸν ὄνομα ψεδνόϲ ὁ μαδαρόϲ παρὰ τὸ ἀπεψῆϲθαι. οὕτω Φιλόξενοϲ. ὁ δὲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ φηϲίν, ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰϲ ἐλάχιϲτον καὶ μικρὸν ἔκ τινοϲ οὐϲίαϲ καθιϲτάμενον.