11. τάριχοϲ παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰϲχναίνεϲθαι. ἢ παρὰ τὸ γάρον ἴϲχειν ἢ καὶ γάρον ἐξιχωρίζεϲθαι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ. καὶ ἔϲτι τροπὴ τοῦ γ εἰϲ τ.