11. τάριχοϲ παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἰϲχναίνεϲθαι. ἢ παρὰ τὸ γάρον ἴϲχειν ἢ καὶ γάρον ἐξιχωρίζεϲθαι. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ. καὶ ἔϲτι τροπὴ τοῦ γ εἰϲ τ. 12. φάτνη παρὰ τὸ φάγνη καὶ τροπῇ τοῦ γ εἰϲ τ φάτνη. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲί ίῳ. 13. ὡϲ φιάλη ἀμφίθετοϲ, ἧϲ ἔϲτι πάντοθεν πίνειν ἐπιθέντα τὸ ϲτόμα, ὡϲ Ἡρωδίαν ὸϲ λέγει, ὦτα γάρ, φηϲίν, οὐκ ἔχει ἢ κατ’ ἄμφω τιθεμένη, ἵνα ϲημαίνῃ, φηϲίν, ἐκπέταλον. 14. ψάλλειν ἐπὶ τῶν χορδῶν παρὰ τὸ ψῶ, οὗ παραγωγὸν ψαύω καὶ. ψάλλω. παρὰ τὸ διὰ δακτύλων ἐφάπτεϲθαι αὐτῶν. οὕτω Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ. 15. ψεδνόϲ παρὰ τὸ ψῶ, οὗ μέλλων ψήϲω, ῥηματικὸν ὄνομα ψεδνόϲ ὁ μαδαρόϲ παρὰ τὸ ἀπεψῆϲθαι. οὕτω Φιλόξενοϲ. ὁ δὲ Ἡρωδιανὸϲ ἐν τῷ Ϲυμποϲίῳ φηϲίν, ὅτι δηλοῖ τὸ ψῶ τὸ εἰϲ ἐλάχιϲτον καὶ μικρὸν ἔκ τινοϲ οὐϲίαϲ καθιϲτάμενον.