τὸ κλιϲίον παρὰ τὸ κλείω ἐϲτίν, 5 ϲημαίνει τὸ περιέχω. ὕψοϲ γέγονε παρὰ τὸ ὄπτω τὸ βλέπω ὄψω ὄψοϲ καὶ τροπῇ Αἰολικῇ ὕψοϲ. γίνεται ἀπὸ μελλόντων ὀνόματα οὐδέτερα ὡϲ παρὰ τὸ ἅψω ἅψοϲ, πίϲω πίϲεα. κνύοϲ ἡ φθορά παρὰ τὸ κνύω παρ’ Ἡϲιόδῳ ὡϲ παρὰ τὸ θύω θύοϲ καὶ φλύω φλύοϲ παρὰ Ἀρχιλόχῳ ἐπὶ φλυαρίαϲ. Περὶ μονοϲυλλάβων. χθών· γίνεται παρὰ τὸ χῶ ῥῆμα χῶν καὶ χθών.