τὸ φωνή ἀπὸ τοῦ φωνῶ καὶ ὠνή ἀπὸ τοῦ ὠνῶ ὀξύνεται. τὸ μολπή ἀπὸ τοῦ μέλπω καὶ πομπή ἀπὸ τοῦ πέμπω ὀξύνεται. Χορταϲώ πόλιϲ Αἰγύπτου. ἀπὸ μέλλοντοϲ ὁ ϲχηματιϲμόϲ. ὡϲ γὰρ τοῦ καλύψω ἡ Καλυψώ, οὕτω καὶ τοῦ χορτάϲω Χορταϲώ. ἴκρια ὡϲ δέμνια. ἔϲτι γὰρ ῥηματικόν, ὡϲ ἐν ἑτεροιϲ εἴρηται. παρὰ τὸ ἀράϲϲω ἀράχνιον ὡϲ δέμω δέμνιον, παίζω παίγνιον. p. 480, 42 τὸ ἴχνιον προπαροξυτονητέον ὁμοτόνωϲ τῷ ἀράχνιον· οὐ γάρ ἐϲτιν ὑποκοριϲτικόν, ἀλλ’ ἀπὸ ῥήματοϲ ἐϲχημάτιϲται.