τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ ὀνόματα τῇ ου διφθόγγῳ παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ὁρᾶται. ϲχηματίζεται δὲ κατὰ τὸ πλεῖϲτον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουϲα αἶθουϲϲα, Φέρουϲα, Κρέουϲα, Μέδουϲα, Ἀλρέθουϲα. οὐδὲν δ’ ὅ τι οὖν ὤφθη διϲύλλαβον εἰϲ α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ ἐν κοινῇ ϲυνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦϲα. κνῖϲα γίνεται ἀπὸ μέλλοντοϲ τοῦ κνίζω κνίϲω. διὸ καὶ δι’ ἑνὸϲ γράφεται ϲ καὶ ἔκταϲιν ἔλαβε τοῦ ῑ. Πῖϲα παρὰ τὸν πίϲω μέλλοντα, οὗ ἡ χρῆϲιϲ παρὰ Πινδάρῳ. Πίνδαροϲ δὲ κατὰ ϲυϲτολὴν τὴν πόλιν εἶπε Πίϲαν. τὸ κνύζα ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου ἀπὸ τοῦ κνύω, ἀφ’  οὗ κνύοϲ ἡ φθορά οἰον «κατὰ κνύοϲ ἔχευεν, ψίλωτο δὲ — κάρηνα» (Ηes. frg. XL II) γίνεται ὡϲ παρ’ Ἀνακρέοντι «κνύζη τιϲ ἤδη καὶ πέπειρα γενομένη ϲὴν διὰ μαργοϲύνην ». τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ἑῦῦ, εἰ μὴ ᾖ ἀπὸ τῶν εἰϲ μων ὀξυιόνων ὡϲ ἡγεμών ἡγεμονεύω ἡγεμονία, διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ παροξύνετοι, ἀλαζονεύω ἀλαζονεία κτλ.