τὰ εἰϲ πoc διϲόλλαβα μὴ ἐπιθετικὰ ἔχοντα τὸ ο ἐν τῇ παραληγούϲῃ, εἰ μὴ ὑποϲτρέφει εἰϲ ῥῆμα τῷ ε παραληγόμενον, βαρύνεται, τρόποϲ ὁ τρέπων, τροπόϲ ὁ τετραμμένοϲ. τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥη- εἰ μή τιϲ διαϲτολὴ γένοιτο, ϲπόροϲ ὅτι ϲπείρω, πτόροϲ ὁ πταρμόϲ ὅτι πταίρω, φθόροϲ ὅτι φθείρω, μόροϲ ὅτι μείρω, κόροϲ ὅτι κείρω, φόροϲ ὅτι φέρω, φορόϲ δὲ ὁ ἄνεμοϲ ὀξυτόνωϲ, ὅροϲ, εἱρω γάρ. — τὸ μέντοι βορόϲ ὁ πολλὰ ἐϲθίων καὶ τὸ χορόϲ καὶ ϲορόϲ ὁ τάφοϲ καὶ τορόϲ ὀξύνεται. οὐ γὰρ γίνεται ἀπὸ τοιούτων ῥημάτων. ϲεϲημείωται τὸ δορόϲ ὁ δεδαρμένοϲ, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται. τὰ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλει παραλήγεϲθαι οἷον ἀῖϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ. τὸ Ϲῶϲοϲ ἀπὸ τοῦ ϲώϲω βαρύνεται, ὡϲαύτωϲ καὶΒλῶϲὸϲ παρὰ τὸν βλώϲω μέλλοντα γεγονόϲ. Ταρϲόϲ τινὲϲ παρὰ τὸ τερϲανθῆναι, οἱ δὲ παρὰ τὸ τερϲῆναι, ἄλλοι δὲ παρὰ τὸν ταρϲόν.