τὰ εἰϲ ινοϲ ὀνόματα εἰ ἀπὸ ῥήματοϲ παραχθῇ, ἢ ἀπὸ ἐνεϲτῶτοϲ ἢ ἀπὸ μέλλοντοϲ παράγεται, ἔχω Ἐχῖνοϲ, πράξω Πραξῖνοϲ. Νάξοϲ νῆϲοϲ ἀπὸ τοῦ Νάξου. τινὲϲ δὲ παρὰ τὸ νάξαι, ἅ φαϲι θῦϲαί τινεϲ. Ὄαξοϲ πόλιϲ Κρήτηϲ ἀπὸ Ὀόξου. τινὲϲ δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦϲι γὰρ τοὺϲ τοιούτουϲ τόπουϲ ἄξουϲ καθάπερ καὶ ἡμεῖϲ ἀγμούϲ. Ἀϲκάλων. Ἄραξοϲ Ἀράξηϲ ὡϲ ἀπὸ τοῦ χαράξω Χάραξοϲ Χαράξηϲ. ἶποϲ παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡϲ κόπτω κόποϲ. Ἡρωδιανόϲ.