τὰ διὰ τοῦ ωλοϲ ὑπερδιϲύλλαβα ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλόϲ, Αἰτωλόϲ, ἁμαρτωλόϲ. τὰ εἰϲ γμοϲ ῥηματικὰ μετὰ προθέιεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’ ἄλλου δὲ οὐδενόϲ. καὶ τὸ ὑλαγμόϲ οὖν παρὰ τὸ ὑλάϲϲειν γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν. Πρίαμοϲ ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτηϲ τῆϲ ἐπωνυμίαϲ ἔτυχεν, ὡϲ ἱϲτορεῖ Λυκόφρων (v. 338) «κὠνητὸϲ αἰθαλωτόν». ποταμόϲ παρὰ τὸ ποτάζω ποτάϲω ποταϲμόϲ καὶ ποταμόϲ. οὕτωϲ Ἡρωδιανόϲ. ἐϲτι ῥῆμα ψελλῷ, παρ’ ὃ βέλεμοϲ ὡϲ ἔχω Ἔχεήλεμοϲ· πλεοναϲμῷ τοῦ ν βέλεμνοϲ καὶ βέλεμνον. Ἡρωδιανὸϲ περὶ παθῶν.