τὰ εἰϲ ιοϲ ἀπὸ μέλλοντοϲ γινόμενα προπαροξύνεται, ὀρθώϲομαι Ὀρθώϲιοϲ, ἀϲπάϲομαι ἀϲπάϲιοϲ, φυλάξομαι φυλάξιοϲ, ἀλέξω ἀλέξιοϲ, κτήϲω κτήϲιοϲ, αἰνήϲω Αἰνήϲιοϲ, ἀρκέϲω ἀρκέϲιοϲ καὶ πλεοναϲμῷ τοῦ ῑ Ἀρκείϲιοϲ, ἄρϲω ἄρϲιοϲ καὶ ἀνάρϲιοϲ, ἄξω ἄξιοϲ, θαυμάϲω θαυμάϲιοϲ. τὸ μέντοι πλήϲω πληϲίοϲ καὶ τὸ δέξομαι δεξιόϲ καὶ ἕψομαι ἀνεψιόϲ. τὸ ἐπιπόλαιοϲ οὐκ ἀπὸ τοῦ ἐπιπολῆϲ παρῆκται, ἀλλὰ παρὰ τὸ ἐπιπολάζω. οἱ πλείουϲ αὐτὸ περιϲπῶϲιν. τὸ Πείραιοϲ προπαροξυνόμενον παρὰ ῥῆμα τὸ πειρῶ ὡϲ παρὰ τὸ φιλῶ Φίλαιοϲ καὶ παρὰ τὸ βέβηκα βέβαιοϲ. τὸ Τίμαιοϲ προπαροξυνόμενον ἔχει ἀφορμήν, ὅτι ῥῆμα αὐτοῦ προκατάρχει. πολλάκιϲ τὰ εἰϲ αιοϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι ὥϲπερ ἔχουϲι τὸ βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα) ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ. τοιοῦτον καὶ τὸ Πή δαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἄβρων, παρὰ τὴν πῆδον (?) ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηατίϲθαι.