τὸ αἴτιον τοῦ μονοϲυλλαβῆϲαι τὸ ζεύϲ ἐν τῷ περὶ ῥηματικῶν ὀνομάτων λέγομεν. ὡϲ ἀπὸ τοῦ ἀλγήϲω μέλλοντοϲ ἀλγηδών ἀλγηδόνοϲ, οὕτω καὶ ἀπὸ τοῦ χαίρω χαιρήϲω χαιρηδών. τὰ εἰϲ ηῦων διϲύλλαβα ἐκ τρίτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων παρηγμένα —μνήμων, κτήμων, ϲτήμων, γνώμων. οἰκτίρμων, ἐλεήμων παρὰ ῥῆμα. τὰ εἰϲ ηϲ ἰαμβικὰ ἔχοντα ῥῆμα ὁριϲτικὸν χρόνου ἐνεϲτῶτοϲ παρακείμενον αὐτοῖϲ καὶ φυλάττοντα τὸ ϲύμφωνον ἀπὸ τοῦ ἐνεϲτῶτοϲ διὰ τοῦ τοϲ κλίνεται οἷόν ἐϲτι Λάχηϲ, παράκειται γὰρ αὐτῷ τὸ λάχω, λείβω λέβηϲ, δαίρω Δάρηϲ, χαίρω Χάρηϲ, πλανῶ πλάνηϲ, πενῶ πένηϲ, τρέμω Τρόμηϲ, κρατῶ Κράτηϲ. τὸ δὲ δότηϲ δότου, πλύτηϲ πλύτου, θύτηϲ θύτου οὐκ ἔχει ἀπὸ ἐνεϲτῶτοϲ τὸ τ, διὸ οὐ κλίνεται διὰ τοῦ τοϲ. ὁ γὰρ ἐνεϲτὼϲ διδῶ καὶ πλύνω καὶ θύω ἐϲτίν.