Theogn. 28, 16: τὰ εἰϲ ων παραγωγὰ ὑπὲρ δύο ϲυλλαβὰϲ ἐκ πρωτοτύπου φωνῆϲ ἔχοντα τὴν ει δίφθογγον ταύτην φυλάττει καὶ ἐπὶ τοῦ παραγωγοῦ, Καδμεῖοϲ Καδμείων, Βακχεῖοϲ Βακχείων, Ἀργεῖοϲ Ἀργείων. Theogn. 29, 22: τὰ εἰϲ ων παρώνυμα μὴ κοινωνοῦντα θηλυκῷ γένει κατὰ τὴν φωνὴν διὰ τοῦ ω κλίνεται, Φίλων, Ἀγάθων, Μελίτων, Νίκων. πρόϲκειται «μὴ κοινωνοῦντα κτλ.» διὰ τὸ ἄπειροϲ ἀπείρων, ἀϲχήμων, εὐϲχήμων, λευχίμων, μελανείμων, χαιρήμων, p. 31, 21 κατάπυγοϲ καταπύγων, ἔγκυμοϲ ἐγκύμων.