3. Steph. Βyz. 3, 12, Mein.: δοκεῖ ἀπὸ τοῦ Ἀβάντιοϲ εἶναι τὸ Ἀβαντιάϲ ὡϲ ἀπὸ τοῦ Ἑλικώνιοϲ Ἑικωνιάϲ, Ὀλύμπιοϲ Ὀλυμπιάϲ, Δήλιοϲ Δηλιάϲ. τὸ δὲ Ἀβαντίϲ ἀπὸ τῆϲ Ἄβαντοϲ γενικῆϲ ὡϲ Ἑλικωνίϲ τῆϲ λικῶνοϲ, Βίϲτονοϲ Βιϲτονίϲ, Αὔϲονοϲ Αὐϲονίϲ. ἴϲωϲ δὲ καὶ τὸ Ἀβαντιάϲ ἀπὸ τοῦ Ἀβαντίϲ παρήχθη ὡϲ ἀπὸ τοῦ Λέϲβοϲ Λεϲβίϲ Λεϲβιάϲ, Ἀχαιΐϲ Ἀχαιιάϲ Ἀχαιιάδων εὐπέπλων» (Ε 424. φ 160). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιοϲ Ἀβαντιάϲ τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ Ἀλμαντία ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει. 4. E.M.175, 30: Ἀφαρεύϲ: ὁ ἥρωϲ Ἀφαρῆά τε Δηΐπϲρόν τε (Ι 83). ὁ δὲ Ἀπολλώνιοϲ (Ι 151) καὶ Πνδαροϲ (Nem. 10, 65) Ἀφάρηϲ ὑποτιθέαϲι τὴν εὐθεῖαν. εἴρηται οὖν παρὰ τὸ φάροϲ τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ ϲυϲτελλόμενον καὶ ἐν παραγωγῇ Ἀφαρεύϲ. ὁ δὲ Ἡρωδιανόϲ φηϲι τὰ τοιαῦτα τῶν ὀνομάτων παρὰ τῆϲ Ἄρηϲ ϲυγκεῖϲθαι, Τυνδάρηϲ Ἀμφιάρηϲ καὶ Ἀμφιάραοϲ. γέγονεν οὖν καὶ τὸ Ἀφάρηϲ οὕτωϲ. εἶτα παρώνυμον Ἀφαρεύϲ. ὁ δὲ Κράτηϲ παρὰ τὸ ἄφαρ ἐπίρρημα.