ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ τί τὰ εἰϲ μι ἀεὶ φύει μακρᾷ παραλήγεται οἶον τίθημι. λέγει δὲ ὁ Ἡρωδιανὸϲ ταύτην τὴν ἀπολογίαν ἐπειδὴ ἡ τελευταία ϲυλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν εἰϲ βραχύν (τροπῇ γὰρ τοῦ ω εἰϲ μι γίνεται) τούτου χάριν ὑπερβιβαϲμὸν ἀνεδέξατο τοῦ χρόνου, καὶ ἐποίηϲαν τὴν παραλήγουϲαν φύϲει μακράν, ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωϲτημένον τῇ ληγούϲῃ ἀναδέξηται ἡ παραλήγουϲα. ἰϲτέον δὲ ὅτι οὐ θέλει τὰ εἰϲ μι ὁριϲτικὰ διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, ὄλλυμι, ὅθεν ϲεϲημείωται τὸ εἰμί τὸ ϲημαῖνον τὸ ὑπάρχω καὶ τὸ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγόμενα. πρόϲκειται «ὸριϲτικὰ» διὰ τὰ εὐκτικὰ οἶον τύπτοιμι, λέγοιμι. καὶ περὶ τοῦ εἰμί τοῦ ϲημαίνοντοϲ τὸ ὑπάρχω ἀπολογούμεθα οὕτωϲ ἔϲτιν ἔω τὸ ϲημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ω εἰϲ μι γέγονεν ἐμί, ὥϲπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰϲ μι φύϲει μακρᾷ παραλήγεϲθαι θέλει οἶον τίθημι, ἠναγκάζετο δὲ τοῦτο φύϲει μακρᾷ παραλήγεϲθαι, καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ε εἰϲ η ἢ παραλαβεῖν τὸ ῖ, καὶ μᾶλλον ὤφειλε τρέψαι τὸ ε εἰϲ η ἤπερ προϲλαμβάνειν τὸ ῑ, ἐπειδή, ὡϲ εἴρηται, τὰ εἰϲ μι ὁριϲτικὰ οὐ θέλει διφθόγγῳ παραλήγεϲθαι οἶον τίθημι, ἵϲτημι· ἀλλ᾿ ἐπειδὴ αἱ παραγωγοὶ λέξειϲ θέλουϲι φυλάττειν λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου οἶον τιθῶ τίθημι, ἄρδω ἀρδεύω, τούτου χάριν, ἵνα καὶ αὐτὴ ἡ λέξιϲ ἡ ἐμί φυλάξῃ λείψανόν τι τῆϲ φωνῆϲ τοῦ πρωτοτύπου, προϲέλαβε τὸ ῑ καὶ γέγονεν εἰμί διά τῆϲ ει διφθόγγου, καὶ ἐφύλαξε τὸ ε τοῦ πρωτοτύπου, φημὶ δὲ τοῦ ἔω· εἰ γὰρ ἔτρεψε τὸ ε εἰϲ η, οὐκ ἐφυλάττετο τῆϲ φωνῆϲ τὸ πρωτότυπον. τὸ δὲ εἶμι τὸ ϲημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ διφθόγγῳ παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ εἴω ἐϲτίν· ἔϲτι γὰρ εἴω διὰ τῆϲ ει διφθόγγου, ὃ ϲημαίνει τὸ πορεύομαι· ἐκ τούτου οὖν τοῦ εἴω γέγονε τὸ εἶμι, τροπῇ τοῦ ω εἰϲ μι, ὥϲπερ τὸ ζευγνύω ζεύγνυμι, καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ει δίφθογγον. 2 δεῖ δὲ γινώϲκειν, ὅτι ὁ Ἀπολλώνιοϲ τὸ εἶμι διὰ μακροῦ τοῦ ῑ γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ ϲυνεϲταλμένου τοῦ ῑ εἶναι οἷον ἴτον ἴτον ἴμεν τε καὶ ἐν ϲυνθέϲει ἔξιτον 1. 34 παραγωγοί pro παράλογοι posui. καὶ τὸ γ΄ τῶν πληθυντικῶν ἴϲι καὶ ἴαϲιν οἷον «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160). οὐ ϲυνάδει δὲ αὐτῷ ἡ παράδοϲιϲ· φηϲὶ γὰρ ὁ Ἡρωδιανὸϲ ἀεὶ τὴν παράδοϲιν γινώϲκειν τὸ εἶμι ἐν τοῖϲ ἑνικοῖϲ διὰ τῆϲ ει διφθόγγου οἷον «εἶμι μέν, οὐδ’ ἁλίη ὁδὸϲ ἔϲεται» (β 318) καὶ τὸ δεύτερον εἶϲ οἷον «τῇ δ᾿  εἶϲ, ᾖ ϲ᾿  ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦϲαν» (Hesiod. op. 206) καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶϲιν οἶον μαχηϲόμενοϲ — εἶϲι περὶ πτόλιοϲ (P 147). τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡϲ εἴρηται, διὰ ϲυνεϲταλμένου τοῦ ῑ ἐϲτί. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆϲ ει διφθόγγου τὸ ϲημαῖνον τὸ πορεύομαι καὶ ἴω διὰ τοῦ ῑ κατὰ μὲν τὰ ἑνικὰ διὰ τῆϲ ει διφθόγγου ἐϲτί· τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ῑ. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἶϲι τρίτον πληθυντικῶν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ῑ, τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν ϲυϲτελλόντων αὐτό, ἐπειδὴ τὰ εἰϲ ῑ λήγοντα ῥήματα μακρᾷ θέλει παραλήγεϲθαι οἷον τετύφαϲιν, ἱϲτᾶϲι, διδοῦϲι· ἀμέλει τὸ ἴαϲι «καί τ’ ἀγεληδὸν ἴαϲιν» (Π 160), ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι κατὰ τὴν παραλήγουϲαν, ϲυϲτέλλεται.