ἡ ευ δίφθογγοϲ ὡϲ μὴ ἔχουϲα γνήϲιον μέγεθοϲ (τὸ γὰρ υ οὐκ ἔϲτι γνήϲιον μέγεθοϲ τοῦ ε, ἀλλὰ τοῦ ο) ὀφείλει τρέπειν τὸ ἑ εἰϲ η, ὡϲ καὶ παρὰ Ἀττικοῖϲ. ηὐφράνθη γὰρ λέγουϲι καὶ ηὐχόμην. ἀλλ’ ἐπεκράτηϲε κατὰ κοινὴν διάλεκτον ἡ ευ δίφθογγοϲ μὴ τρέπεϲθαι οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριϲτῶ εὐχαρίϲτουν καὶ ἴϲωϲ χάριν εὐφωνίαϲ, ὡϲ λέγει ὁ Ἡρωδιανόϲ. Εἰ δὲ ἄρχεται ἀπὸ τρεπτοῦ δηλονότι αι αυ οι, γίνεται ἡ αὐτὴ τροπὴ τῶν μεταβολικῶν φωνηέντων. εἰ μὲν ἀπὸ τῆϲ αι, τρέπεται τὸ α εἰϲ η καὶ τὸ ι προϲχόμην, αἰϲχύνομαι ᾐϲχυνόμην, αἰτῶ ᾔτουν εἰ δὲ ἁπὸ τῆϲ αυ, τρέπεται τὸ α εἰϲ η οἶον αὐλῶ ηὔλουν, αὔξω ηὔξουν, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομόλουν. εἰ δὲ ἀπὸ τῆϲ οι, τρέπεται τὸ 5 εἰϲ ω καὶ τὸ ι προϲγράφεται οἷον οἴχομαι ᾠχόμην, οἰκῶ ὤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν πλὴν τῶν ϲεϲημειωμένων ἀτρέπτων, οἰῶμαι οἰώθην «οἰώθη δ’ Ὀδυϲϲεύϲ» (Λ 401), «Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπιϲ αἰνή»(Ζ 1), οἰμῶ οἴμηϲα «οἴμηϲεν δὲ ἀλείϲ» (Χ 308). οἰνῶ οἴνουν «μήπω οἰνωθέντεϲ» (π 292) καὶ οἰνίζω οἴνιζον «ἐκ τ’ ὄρα οἰνίζοντο» (Η 472), οἰϲτρῶ οἴϲτρηϲα, οἰωνίζομαι οἰωνιζόμην, οἰωνοϲκοπῶοἰωνοϲκόπουν, οἰωνοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονομούμην, οἰακοϲτροφῶ οἰακοϲτρόφουν. τινὲϲ δὲ προϲτιθέαϲι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκού ῥοῦν καὶ τὸ οἰμώζω οἴμωζον, ᾠκούρουν καὶ ὠμώζουν παρὰ Ϲοφοκλεῖ ἐν Τραχινίαιϲ (928) «ἰδὼν δ’ ὁ παῖϲ ᾤμωξε» καὶ παρὰ τῷ ποιητῇ (ν 198) « ᾤμωξέν τ ἄρ’ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ». Εἰ δὲ ἀπὸ ϲυμφώνου ἄρχεται τὸ ῥῆμα, ὁ παρατατικὸϲ καὶ ἀόριϲτοϲ πρῶτοϲ καὶ δεύτεροϲ προϲλαμβάνουϲιν ἑ, γράφω ἔγραφον ἔγραψα. οἱ δὲ Ἀττικοὶ αὔξηϲιν ἐπὶ αὐξήϲεωϲ ποιοῦντεϲ ἠδυνάμην ἀντὶ ἐδυνάμην καὶ ἠβουλόμην ἀντὶ ἐβουλόμην καὶ ἤμελλον ἀντὶ ἔμελλον λέγουϲιν. Ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ μακρᾶϲ φύϲει ὡϲ ἐπὶ τῶν ἀπὸ φωνήεντοϲ ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ ἠγόραζον ἠγόρακα, ὠνόμανοπολῶ ὦνόμακα. ὅτε δὲ ἄρχεται ἀπὸ μακρᾶϲ θέϲει ὡϲ ἐπί τῶν ἀπὸ δύο ϲυμφώνων ἀρχομένων, ἀπὸ τῆϲ αὐτῆϲ ἄρχεται καὶ ὁ παρακείμενοϲ οἷον ἔφθειρονἔφθαρκα, ἔϲπειρον ἔϲπαρκα. ὅτε δὲ ὁ παρατατικὸϲ ἄρχεται ἀπὸ βραχείαϲ ἢ κοινῆϲ, ὡϲ ἐπὶ τῶν ἀπὸ ϲυμφώνου ἀρχομένων, ἀναδιπλαϲιάζεται ὁ παρακείμενοϲ διὰ τοῦ αὐτοῦ πρώτου ϲυμφώνου τοῦ ἐνεϲτῶτοϲ μετὰ τοῦ ε, ἔτυπτον τέτυφα, ἔλεγον λέλεχα, ἔγραφον γέγραφα, ἔπλυνον πέπλυκα. χωρὶϲ τῶν ἀρχομένων ἀπὸ γν γνωρίζω ἐγνώριζονἐγνώρικα — τὸ ἐγλυμμένοι καὶ ἐβλαϲτηκότεϲ παρ’Εὐπόλιδι παράλογά ἐϲτιν καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ ρ, ῥαπίζω ἐρράπικα. διπλοῦν δὲ τὸ ρ ἐν τούτοιϲ παρὰ τοῖϲ ῤήτορϲι. παρὰ ποιηταῖϲ δὲ πολλάκιϲ διὰ τὸ μέτρον ἐκβάλλεται τὸ ἓν ἐν τοῖϲ παρῳχημένοιϲ «ἄλλοϲ δ’ ἄλλῳ ἔρεζε θεῷ» (Β 400) καὶ «μνήϲομαι ὥϲ μ’ ἀϲύφηλον ἐν Ἀργείοιϲιν  ἔρεξεν» (I 648). τὸ δὲ «ῥερυπωμένα» (ζ 59) ἀντὶ ἐρρυπωμένα, ῥεραπιϲμένῳ νώτῳ» παρὰ Ἀνακρέοντι καὶ «ῥερῖφθαι ἔποϲ» παρὰ Πινδάρῳ κατὰ τὴν ποιητικὴν ἐξουϲίαν οὕτω γέγονε — καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ διπλῶν ψ ζῶ ἔζηκα, ψάλλω ἔψαλκα, ξηραίνω ἐξήραγκα. τὰ δὲ ἀπὸ δαϲέων θ φ χ ἀρχόμενα I. 7 Choer. 522, 7. l. 40 ef. Herod. περὶ παθῶν in E. M. 308, 30. ἀναδιπλαϲιάζεται μέν, τρέπεται δὲ τὰ δαϲέα εἰϲ τὰ ἀντιϲτοιχοῦντα ψιλά, θεωρῶ τεθεώρηκα, φωνῶ πεφώνηκα, χωνεύω κεχώνευκα. ὅτε δὲ ὁ ἐνεϲτὼϲ ἄρχεται ἀπὸ τοῦ λ μ, οἱ Ἀττικοῖ ποιοῦϲι ἵδιον παρακείμενον ἐκβολῇ τοῦ πρώτου ἀμεταβόλου καὶ προϲλήψει τοῦ ι λήθω λήψω λέληφα κοινῶϲ καὶ εἴληφα Ἀττικῶϲ, λήχω λήξω λέληχα καὶ εἴληχα, μείρομαι μεροῦμαι μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη. ὅτε δὲ ὁ παρακείμενοϲ ἄρχεται ἀπὸ ϲυμφώνου, μετὰ τοῦ ἀναδιπλαϲιαϲμοῦ βραχεῖαν ἔχει τὴν ἄρχουϲαν τέτυφα ἢ κοινὴν δύο ϲυμφώνων ἑπομένων, ὦν τὸ μὲν πρῶτον ἄφωνον, τὸ δὲ δεύτερον ἀμετάβολον γέγραφα, πέπληγα. ϲεϲημείωται τὸ μέμνημαι, κέκτημαι — καὶ ἔκτημαι εὕρηται «Ἴλιον ἐκτῆϲθαι»(I 402) — πέπταμαι πέπτωκα, καὶ περὶ μὲν τοῦ μέμνημαι ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται κατὰ ϲύλληψιν οἷον ἀρνόϲ, ἅρμα,, ἕρνοϲ, ἅλμη, εἰ μὴ μόνον τὸ μ τοῦ ν ὡϲ μνήμη, μημεῖον, μνῆμα, μνᾶ. τὸ γὰρ προηγεῖϲθαι τῶν ἀμεταβόλων κατὰ ϲύλληψιν ἴδιον τῶν ἀφώνων ἐϲτὶν οἶον κλέοϲ, ἀγρόϲ, ἀκμὴ, πνεῦϲαι, θνήϲκω, πρῶτοϲ. ἐπειδὴ οὖν τὸ μ ϲύνταξιν ἀφώνου ἀνεδέξατο καὶ προηγήϲατο τοῦ ν τοῦ ἀμεταβόλου, ἀνεδιπλαϲιάϲθη τὸ μέμνημαι· ἄλλωϲ τε δὲ καὶ πολλάκιϲ εὑρίϲκεται καὶ ἐν μέτρῳ τὸ μν ἀποτελοῦν κοινὴν ϲυλλαβὴν οἶον ὡϲ παρὰ Καλλιμάχῳ, τὼϲ μὲν ὁ Μνηϲάρχειοϲ ἔφη ξένοϲ καὶ παρὰ Κρατίνῳ «ἀλλοτριογνώμοιϲ ἐπιλήϲμοϲι μνημονικοῖϲιν». τὸ δὲ κέκτημαι, πέπταμαι καὶ πέπτωκα κατὰ πλεοναϲμὸν τοῦ κ καὶ π γέγονε Αἰολικῶϲ. οἱ γὰρ Αἰολεῖϲ εἰώθαϲι προϲτιθέναι ϲύμφωνον ὥϲπερ τὸ ἐπτερύγωμαι πεπτερύγωμαι. ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντοϲ, ἰϲοϲυλλαβεῖ αὐτῷ ὁ κοινὸϲ παρακείμενοϲ ἀγοράϲω ἠγόρακα, ὀμόϲω ὤμοκα. εἰ δὲ ἀπὸ ϲυμφώνου, περιττεύει τύψω τέτυφα, ποιήϲω πεποίηκα. ὁ ὑπερϲυντέλικοϲ ἐν τοῖϲ ἀπὸ φωνήεντοϲ ἀρχομένοιϲ ἰϲοϲυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖϲ ἀπὸ ϲυμφώνου ἀρχομένοιϲ ὑπὲρ τὰϲ τοῦ παρακειμένου ϲυλλαβὰϲ παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκιϲ ἐν τοῖϲ Ἀττικοῖϲ τοῖϲ ἀπὸ βραχείαϲ ἀρχομένοιϲ, ὀμώμοκα ὠμωμώκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦϲ Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶϲ.