Εί δὲ ἄρχεται ἀπὸ τοῦ ο μικροῦ τὸ θέμα, τρέπεται τὸ μικρὸν εἰϲ ω μέγα, ὀνομάζω ὦνόμαζον ὠνόμακα ὠνομάκειν ὦνόμαϲα. Ταῦτα δὲ παρὰ ποιηταῖϲ ἀναύξητα ἤτοι ἄτρεπτα μένει διὰ τὸ μέτρον ἔθει Ἰωνικῷ, ἄκουεν ἀντὶ τοῦ ῆκουεν, ἔλαυνεν ἀντὶ τοῦ λαυνεν, ὀνόμαϲεν ἀντί τοῦ ὦνόμαϲεν. Ὅτε δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ τῶν τριῶν τούτων μεταβολικῶν φωνηέντων, οἰ Ἀττικοὶ ποιοῦϲιν ἴδιον παρακείμενον ἐνεργητικόν, παθητικὸν καὶ μέϲον, ἵνα μὴ ἀπορῶϲι παρακειμένων ἀπὸ φωνήεντοϲ ἀρχομένων, τὰ ἀρκτικὰ δύο γράμματα τοῦ ἐνεϲτῶτοϲ προϲτιθέντεϲ τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην ϲυλλαβήν, εἰ μακρὰ εἶη, ὡϲ τὰ πολλά ϲυϲτέλλοντεϲ ἐπὶ τῶν τριϲυλλάβων, ἀλείφω ήλειφα κοινῶϲ καὶ ἀλήλιφα Ἀττικῶϲ, ἐλεύθω ἤλευκα ἤλευθα μέϲοϲ καὶ Ἀττικῶϲ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώμοκα, ἀλείφομαι ἠλειμμαι καὶ ἀλήλιμμαι. ϲέϲημείωται τὸ ὑφήφαϲται, ὅτι ἀπὸ τοῦ ῦ ἀρχομένου τοῦ ἐνεϲτῶτοϲ ἐγένετο Ἀττικὸϲ παρακείμενοϲ. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔϲτιν ὑφάζω ὑφάϲω ὕφακα, Θφαϲμαι φαϲται καὶ ὑφύφαϲται Ἀττικῶϲ ἢ ὑφαίνω φαγκα ὕφαϲμαι καὶ ὑφύφαϲμαι Ἀττικῶϲ. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸϲ παρακείμενοϲ ἔχειν ἐν τῇ α καὶ β’ ϲυλλαβῇ τὸ αὐτὸ ϲτοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθακαὶ ὀμώμοκα, τούτου χάρινκαὶ τροπὴ παρηκολούθηϲε τοῦ ῦ εἰϲ η καὶ γέγονεν ὑφήφαϲται. ἔϲτι δὲ καί τινα, ὦν ἡ τρίτη ἀπ’ ἀρχῆϲ ϲυλλαβὴ οὐ ϲυϲτέλλεται. ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸϲ παρακείμενοϲ λαμαι καὶ Ἀττικῶϲ ἀλήλαμαι καὶ κατὰ ὑπέρθεϲιν ἀλάλημαι. δύναται δὲ καὶ εἶναι ἐνεϲτώϲ ἐϲτι γὰρ ἄλημι ὡϲ τίθημι ἀλέσαι ὡϲ τίθεμαι καὶ διπλαϲιαϲμὸϲ μετ’ ἐπεκτάϲεωϲ Αἰολικῆϲ ἀλάλημαι. Ἑν ἐνίοιϲ δὲ μόνον προϲτίθεται ε ἐν παρατατικῷ καὶ παρακειμένῳ οἰον ὥρων ἑώρων, ὥρακα ἑώρακα, ὦνοῦμαι ἐωνούμην ἐώνημαι. τὸ δὲ ξυνέηκα ἔειπε ποιητικά. Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἤ ἀπὸ τρεπτῆϲ ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι εῦ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖϲ παρψχημένοιϲ. ἡ μὲν ει δίφθογγοϲ, ἐπειδὴ ἔχει γνήϲιον μέγεθοϲ, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ ι μεγεθύνεται οἷον τυφθέντοϲ τυφθεῖϲα, δαρέντοϲ δαρεῖϲα καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ϲ καὶ ῑ γράφεται καὶ ἐκρωνεὶται, τρέπει τὸ ε εἰϲ η ἐν τοῖϲ παρψχημένοιϲ ἑρμηνεύω ηρμήνευον, ἐλαύνω ῆλαυνον· χωρὶϲ τοῦ ἐθίζω εἴθιζον τοῦτο γὰρ διὰ τῆϲ ει διφθόγγουγ ράφεται, ἑϲτιῶ εἰϲτίων, ἐρύω εἴρυον «ἴρυϲαν ἠνορέῃ πίϲυνοι καὶ κάρτει χειρῶνα» ( 9 ex Choer. 906, 29), ἑλκόω εἵλκυον «εἵλκυον ἀμφότεροι» (P 395 ex Choer. 907, 9), ἑρπύζω εἱρπυζον, ἐργάζομαι εἰργαζόμην (de quo Choer. 519, 22 et 906, 23 ὅπερ καὶ διφορεῖται· τινέϲ μὲν γὰρ διὰ τῆϲ ει διφθόγγου γράφουϲιν αὐτό), ἕπομαι εἰπόμην· ἔτι καὶ τὸ εἰϲτήκειν εὥρητοι ἀπὸ τοῦ ἑϲτήκω. διϲύλλαβα δὲ ὄντα τινὰ μὲν τρέπει τὸ ε εἰϲ τὸ η, εἰ περιϲπᾶται, ἐλῶ ἤλων, ἑλκῶ ἥλκουν «Λητὼ γὰρ ῆλκηϲε Διὸϲ κυδρὴν παράκοιτιν» (ex Choer χωρὶϲ τοῦ ἐῶ εἴων, ἐρῶ εἴρουν, ἐξ οὐ καὶ ὁ παρακείμενοϲ εἶρηκα τὸ δὲ ἐρῶ τὸ ἐρωτικῶϲ ἔχω διὰ τοῦ η γίνεται οἷον «ἤρων γάρ, ἤρων, ὁμολογῶ, καὶ νῦν δ’ ἐρῶ» παρὰ Μενάνδρῳ Choer. 907). τινὰ δὲ τῶν διϲυλλάβων βαρυτόνων προϲλαμβάνει τὸ ι ἔχω εἰχον, ἕλω εἰλον, ἔπω εἶπον, ἕλκω εἰλκον, ἔθω «ἔθων ίνηοϲ ἀλωὴνμ (ι 540) εἶθα καὶ Ἀττικῶϲ εἴωθα «ἀεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπω» (Θ 408), ἕω εἷκα ὅθεν εἰμαι καὶ εἱμένοϲ «εἰμννοϲ ὤμοιϲιν νεφέλην» ( 308), ἕζω εἰϲα. 1. 6 cf. II. Pr. ψ 440 ubi Ἰωνικῶϲ, Θ 161 ubi ποιητικώτερον prmam syllabam corripi praecipitur, ψ 70 ἀκήδειϲ. ἄμεινον βαρύνειν ὡϲ ἐνόειϲ τῆϲ ἀρχούϲηϲ ϲυϲταλείϲηϲ ποιητικῶϲ. ὡϲ γὰρ ῆκουϲα ἄκουϲα, οὕτωϲ καὶ ἠκήδειϲ ἀκήδειϲ. 1. 21 de ὑφήφαϲται, de quo quae protuli sunt ex Choer. 568, 31 (nam ap. Constant. Lascarin haec valde perturbata sunt), cf. Mon. 25; praeceptum de ἀλάλημαι composui ex Herod. Odyss. Pros. μ 284 et περὶ παθῶν in E. M. 56, 27, similia tradit Choer. 569, 15 de diplasiasmo perfecti cf. etiam E. M. 134, 52. 1. 20 cf. Il. Pr. Δ 3, ubi ἑήνδανε, ἑέϲϲατο, ἔωϲεν, ἐψνοχόει proteruntur. τούτου χάριν ἄτρεπτόϲ ἐϲτιν — εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖϲ Ἀθηναίοιϲ. ὁμοίωϲ καὶ ἡ ου δίφθογγοϲ οὐ τρέπεται ὡϲ ἔχουϲα γνήϲιον μέγεθοϲ. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆϲ προϲθήκηϲ τοῦ υ μεγεθύνεται οἶον τύπτοντοϲ τύπτουϲα, λέγοντοϲ λέγοιϲα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ ϲτοιχείου διὰ τοῦ ο καὶ υ γράφετα καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει οὐρῶ οὔρουν —