5. ἰϲτέον, ὅτι φηϲὶν ὁ Ἡρωδιανὸϲ ἐν τῷ μονοβίβλῳ, ἐν ᾧ διαλαμβάνει περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεϲθαι εἰϲ πάνταϲ τοὺϲ χρόνουϲ, ὅτι καὶ ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριϲτικῷ πρὸ τοῦ μ δίφθογγοϲ ἡ διὰ τοῦ ῡ, τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ· πεπαίδευμαι ἐὰν πεπαιδευμένοϲ ὦ, λέλουμαι ἐὰν λελουμένοϲ ὦ.