4. ἰϲτέον ὅτι ἡνίκα ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ οὐκ ἔχει πρὸ τοῦ μ ϲύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικὸν, τουτέϲτι πρὸ τοῦ μ δεχόμενοϲ τὸ ω οἶον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι, προπεριϲπωμένωϲ, καὶ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ φυλαττομένηϲ, ἡνίκα δὲ ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ ἔχει πρὸ τοῦ μ ϲύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ οἷον τέτυμμαι ἐὰν τετυμμένοϲ ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένοϲ ὦ, ἔϲπαρμαι ἐὰν ἐϲπαρμένοϲ ὦ, ἐπειδὴ τὰ εἰϲ μαῑ ὑποτακτικὰ θέλει ἔχειν πρὸ τοῦ μ τὸ ω οἷον ἐὰν τύπτωμαι, ἐὰν τύψωμαι, ἐὰν λάβωμαι, ἐὰν ποιῶμαι. ἐὰν οὖν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον γένηται ὑποτακτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ω πρὸ τοῦ μ προϲερχομένου εἶναι ὑποτακτικὸν ἐὰν τετύπωμαι καὶ ἐὰν ἐφθάρωμαι καὶ ἐὰν ἐϲπάρωμαι καὶ ἐὰν λελέγωμαι, καὶ λοιπὸν γίνεται τὸ ὑποτακτικὸν περιττοϲυλλαβοῦν τοῦ ἰδίου ὁριϲτικοῦ, ὅπερ ἐϲτὶν ἄτοπον. τούτου χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον, τὸ ὑποτακτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ.