3. ἰϲτέον ὅτι ἡ δ᾿ ϲυζυγία τῶν εἰϲ μῑ οὐκ ἔχει ὑποτακτικὰ διὰ τοιαύτην αἰτίαν. τὰ ὑποτακτικὰ τῶν εἰϲ μῑ θέλει ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μῑ οἶον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱϲτῶ ἵϲτημι ἐὰν ἱϲτῶ, διδῶ δίδωμι ἐὰν διδῶ. κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆϲ δ ϲυζυγίαϲ τῶν εἰϲ μῑ ἀναγκάζεται ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μῑ οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν πηγνύω. ἀλλὰ μὴν οὕτωϲ οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι πᾶϲ παρῳχημένοϲ 1. 19 in codd. τετυΐμμην λελεΐγμην, in quibus diaeresin sustuli. Ÿ— cod. Coisl. ἐϲπερίμην, Barocc. ἐπαίρμην, quod correxi ἐϲπαίρμην scribens, ibidem iterum τετυΐμμην. l. 22 in codd. ἐλελεΐγμην; tum in Coisl. ἐϲπερίμην, in Barocc. ἐπαίρμην, l. 27 cod. Coisl. λελυίμην, ἐϲπαρυίμην. recte Barocc. λελείμην ἐϲπαίμην. l. 30 cf. Buttm. grammat. maior. § 107 adn. 36. l. 36 pro ὀλλῶ bis scripsi ὀλλύω. ὁριϲτικόϲ, μὴ ἔχων τὸ μ κλιτικόν, τρέπων τὴν τελευταίαν ϲυλλαβὴν εἰϲ ω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖϲ κλιτικὴν ἔκταϲιν τὸ ὑποτακτικὸν ποιεῖ· οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω. καὶ περιϲπᾶται τὰ ἔχοντα τὴν μετοχὴν εἰϲ ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον ἐτύφθην τυφθείϲ τυφθέντοϲ ἐὰν τυφθῶ, ἐτύπην τυπείϲ τυπέντοϲ ἐὰν τυπῶ, ἐνύγην νυγείϲ νυγέντοϲ ἐὰν νυγῶ, ἐδάρην δαρείϲ δαρέντοϲ ἐὰν δαρῶ, ἐτίθην τιθείϲ τιθέντοϲ ἐὰν τιθῶ, ἵϲτην ἱϲτάϲ ἱϲτάντοϲ ἐὰν ἱϲτῶ, ἐδίδων διδούϲ διδόντοϲ ἐὰν διδῶ. οὕτωϲ οὖν καὶ ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν τροπῇ τῆϲ ἐϲχάτηϲ εἰϲ ω καὶ ἀποβολῇ τῆϲ ἐν ἀρχῇ κλιτικῆϲ ἐκτάϲεωϲ ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ καὶ ἐὰν ζευγνῶ, καὶ ἀναγκάζεται γενέϲθαι περιϲπωμένωϲ, ἐπειδὴ καὶ ταῦτα ἔχει τὴν μετοχὴν εἰε ϲ μετ᾿  ὀξείαϲ τάϲεωϲ καὶ διὰ τοῦ ντ κλινομένην οἷον πηγνύϲ πηγνύντοϲ, ὀλλύϲ ὀλλύντοϲ, ζευγνύϲ ζευγνύντοϲ, ὀμνύϲ ὀμνύντοϲ. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ αὐτὰ ὁμοφωνεῖν τοῖϲ πρωτοτύποιϲ τῶν εἰϲ μι, τοῦ δὲ ἑτέρου τὴν εἰϲ ω μετὰ περιϲπωμένου τόνου κατάληξιν οἶον ἐὰν πηγνῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει τὰ ὑποτακτικὰ τῆϲ δ᾿  ϲυζυγίαϲ τῶν εἰϲ μι.