<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg018.1st1K-grc1"><div type="textpart" subtype="section" n="2"><p>2.</p><p source="Choer. 784, 28">ἡνίκα ὁ παθητικὸϲ παρακείμενοϲ ὁ ὁριϲτικὸϲ ἔχει πρὸ <lb n="25"/>
τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται
καὶ ὑπαρκτικοῦ ῥήματοϲ· ϲύμφωνον μὲν πρὸ τοῦ μ οἷον τέτυμμαι
<note type="footnote">1. 7 cf. Lob. Rhem. 39, qui rectius νίφω scribi pertendit. l. 9 afferuntur
haec verba Choerobosco, quia Philoponus primae coniugationis verbum esse pronunϲianit:
τὰ ἔχοντα ρ ὑπὲρ μίαν ϲυλλαβὴν μὴ προηγουμένου ϲυμφώνου διά τοῦ
ᾱ ἔχει τὸν μέλλοντα οἶον περάω περάϲω χωρὶϲ τοῦ ξυρῶ ξυρήϲω τοῦτο δὲ ὁ
μὲν Φιλόπονοϲ πρώτηϲ ϲυζυγίαϲ φηϲὶν οἶον ξυρῶ ξυρεῖϲ ὁ δὲ Ἡρωδιανὸϲ δευτέραϲ
οἷον ξυρῶ ξυρᾷϲ. De re cf. Lob. ad Buttm. s. v., ad Phrynich, p. 205, ad
Aiac. 180. l. 14 cf. Choer. 903, 20.</note>

<pb n="780"/>
τετυμμένοϲ εἴην, κέκαρμαι κεκαρμένοϲ εἴην, λέλεγμαι λελεγμένοϲ εἴην·
τὸ δὲ ῡ πρὸ τοῦ μ, οἷον τέθυμαι τεθυμένοϲ εἴην, λέλυμαι λελυμένοϲ
εἴην, πεπαίδευμαι πεπαιδευμένοϲ εἴην, λέλουμαι λελουμένοϲ εἴην. διὰ
τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον
<lb n="5"/> ἔχειν τὴν μετὰ τοῦ ῑ, οἶον τυπτοίμην, τυψαίμην· ἐὰν οὖν, ἡνίκα
εὑρεθῇ πρὸ τοῦ μ τὸ ῡ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ῑ
πρὸ τοῦ μ προϲερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην,
ὅπερ ἐϲτὶν ἀδύνατον οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον
εὑρίϲκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά ἀλλὰ καὶ
<lb n="10"/> ἡνίκα εὑρεθῇ πρὸ τοῦ μ ϲύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν,
μέλλει τοῦ ῑ πρὸ τοῦ μ προϲεχρομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην
καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐϲπαρίμην, καὶ οὐκέτι εὑρίϲκεται
πρὸ τοῦ μ τὸ ῑ ἐν διφθόγγῳ, ὅπερ ἐϲτὶν ἄτοπον· ὡϲ γὰρ εἴρηται, τὰ
εἰϲ μην εὐκτικὰ θέλει πρὸ τοῦ μ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ῑ οἷον
<lb n="15"/> τυπτοίμην τυψαίμην τυφθηϲοίμην. τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ
πρὸ τοῦ μ ϲύμφωνον ἢ τὸ ῡ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριϲτικῷ,
τὸ εὐκτικὸν διὰ μετοχῆϲ ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματοϲ.
εἰ δέ τιϲ εἴποι καὶ γενέϲθαι κατὰ ὑπερβιβαϲμὸν τοῦ ῑ, ἵνα
εὑρεθῇ ἐν διφθόγγῳ τὸ ῑ οἷον τετυίμμην, λελείγμην, ἐϲπαίρμην, λέγομεν
<lb n="20"/> ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήϲεται μετὰ τὴν υι δίφθογγον
ϲύμφωνον ἐπιφερόμενον, ὅπερ ἀδύνατον, ἄλλωϲ τε δὲ ἐν τῷ
λελείγμην καὶ ἐϲπαίρμην οὐχ εὑρεθήϲεται τὸ ῑ πρὸ τοῦ μ καὶ ἐν
διφθόγγῳ, ἀλλὰ πρὸ τοῦ ἑτέρου ϲυμφώνου, ὅπερ ἐϲτὶν ἀδύνατον.
ὡϲ γὰρ εἴρηται, τὰ εἰϲ μην εὐκτικὰ πρὸ τοῦ μ θέλει ἔχειν τὴν μετὰ
<lb n="25"/> τοῦ ῑ δίφθογγον οἷον τυπτοίμην, τυψαίμην. εἰ δέ τιϲ εἴποι πάλιν
ἀποβάλλεϲθαι τὸ πρὸ τοῦ μ ϲύμφωνον καὶ λοιπὸν εὑρίϲκεται πρὸ τοῦ
μ τὸ ῑ ἐν διφθόγγῳ οἷον λελείμην, ἐϲπαίμην, λέγομεν ὅτι ἐὰν ἀποβληθῇ
τὸ ἓν ϲύμφωνον, ἀϲήμαντοϲ μένει ἡ λέξιϲ.</p></div></div></body></text></TEI>