<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg018.1st1K-grc1"><div type="textpart" subtype="section" n="1"><p>1.</p><p source="Choer. 609, 35">ἰϲτέον ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνεται καὶ
εἰϲ μετοχὰϲ καὶ τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφατον <lb n="15"/>
ὥϲπερ τύψαι καὶ γράψαι καὶ εἶπον καὶ ἤνεγκον τὸ προϲτακτικὸν
ὡϲ τύψον καὶ γράψον, ὡϲ παρὰ Μενάνδρῳ «εἶπον δὲ τί ποιεῖν μέλλετε»
ἀντὶ τοῦ εἰπέ καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικὸν ὥϲπερ τύψαιμι
καὶ γράψαιμι καὶ ἐὰν εἴπω καὶ ἐνέγκω τὸ ὑποτακτικὸν ὥϲπερ καὶ ἐὰν
τύψω καὶ ἐὰν γράψω καὶ εἴπαϲ καὶ ἐνέγκαϲ ἡ μετοχὴ ὥϲπερ τύψαϲ καὶ <lb n="20"/>
γράψαϲ οἷον «εἴπαϲ ἥλιε χαῖρε Κλεόμβροτε» παρὰ Καλλιμάχῳ ἀντὶ τοῦ
εἰπών τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνεται οὔτε εἰϲ μετοχὰϲ οὔτε εἰϲ
τὰϲ λοιπὰϲ ἐγκλίϲειϲ, ὁριϲτικὰ γὰρ μόνον ἔχει.</p></div></div></body></text></TEI>