6. Eustath. 114, 1: ἐϲιγήθη ἡ προϲφυὴϲ εὐθεῖα τοῦ Διόϲ, πρόκειται δὲ τὸ Ζεύϲ ἑτερόκλιτον ἀντ’ αὐτῆϲ διὰ τὸ κοινότερον· ϲυνηθέϲτερον γὰρ ὁ Ζεύϲ ἤπερ ὁ Ζάν καὶ ὁ Ζήν καὶ ὁ Δίϲ καὶ ὁ Δάν καὶ ὅϲα ἄλλα. κεῖται παρὰ τῷ παλαιῷ τεχνικῷ. l. 12 verba uncinis inclusa epitomatoris videntur. l. 34 ef. 1387, 26 τῶν εἰϲ ευϲ ὀνομάτων ὑπὲρ μίαν ϲυλλαβὴν ὄντων μονήρηϲ μένει ὁ Ζεύϲ ὡϲ μονοϲύλλαβοϲ καί πολλαῖϲ εὐθείαιϲ παρὰ τοῖϲ παλαιοῖϲ ποικίλλεται. Δίϲ γάρ, οὗ ἡ γενικὴ Διόϲ, καὶ Ζήν καὶ Ζάν καὶ Ζάϲ καὶ Ζὴϲ παρά Φερεκύδει καὶ Βοιωτικῶϲ Δεύϲ καὶ Δάν. Mon. 6, 15. 7. Ιl. Pr. Ε 9: Δάρηϲ ὡϲ Χάρηϲ. ὁμολογεῖ καὶ ἡ γενική Δάρητοϲ γὰρ ὡϲ Χάρητοϲ. εἰ γὰρ ὠξύνετο, ἡ γενικὴ ἐγένετο Δαροῦϲ ὡϲ ϲαφοῦϲ, ὅτι τὰ εἰϲ ηϲ διϲύλλαβα ὀξύτονα ἐν ἔχοντα ϲύμφωνον εἰϲ ουϲ περατοῦται κατὰ τὴν γενικὴν ϲαφοῦϲ, πρηνοῦϲ, προλοῦϲ, φραδοῦϲ « φραδέοϲ νόου ἔργα» (Ιl. 354). τοιαύτη ἄρα ἐγίνετο καὶ ἡ τοῦ προκειμένου ὀνόματοϲ κλίϲιϲ· περὶ δὲ τοῦ ψιλῆτοϲ παρ’ Αἰϲχύλῳ καὶ τοῦ «Κουρῆτεϲ τ’ἐμάχοντο» (Ιl.1529) καὶ τοῦ κριτήϲ ἐν τοῖϲ περὶ ὀνομάτων ἀποδώϲομεν τὸν λόγον. 8. Theogn.47, 32, Bekk.An.1390: τὸ Κλήμηϲ Κλήμεντοϲ καὶ Κρήϲκηϲ Κρήϲκεντοϲ, Οὐάληϲ Οὐάλεντοϲ, Μλάνηϲ Μάνεντοϲ, διὰ τοῦ εντοϲ κλινόμενα καὶ τὰϲ εὐθείαϲ ἔχοντα διὰ τοῦ η, οὐ τῆϲ κοινῆϲ, ἀλλὰ τῆϲ Ϲικελικῆϲ ἀρχαιότητοϲ ἴδιον, ὥϲ φηϲιν Ἡρωδιανὸϲ ἐν τῶ ὀνοματικῷ. ματικῷ. 9. Choerob. 454, 32: Περὶ τοῦ κίϲ κιόϲ καὶ λίϲ λιόϲ — αὐτὸϲ (sc. Ἡρωδιανὸϲ) ἐν ἑτέροιϲ ἐϲημειώϲατο λέγων ἡμαρτημένα εἶναι εἴτε κατὰ τόνον εἴτε κατὰ κλίϲιν. ἢ γάρ, φηϲίν, ὀξύτονα ὄντα ὤφειλε διὰ ϲυμφώνου κλίνεϲθαι, εἴτε διὰ καθαροῦ τοῦ οϲ κλινόμενα οὐκ ὤφειλε ὀξυτονεῖϲθαι κατὰ τὴν εὐθεῖαν. τὰ γὰρ εἰϲ ιϲ ὀξύτονα οὐδέποτε διὰ καθαροῦ τοῦ οϲ κλίνεται, ἀϲπίϲ ἀϲπίδοϲ, βολίϲ βολίδοϲ, κρηπίϲ κρηπῖδοϲ, κνημίϲ κνημῖδοϲ, βαϲιλίϲ βαϲιλίδοϲ. καὶ κέχρηται τοιούτῳ παραδείγματι, .ὅτι, ὥϲπερ Πάριϲ Πάριδοϲ καὶ Θέτιϲ Θέτιδοϲ καὶ μῆνιϲ μήνιδοϲ, ἐπειδὴ βαρύτονά ἐϲτι κατὰ τὴν εὐθεῖαν, γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ κατὰ τὴν γενικὴν οἷον Πάριοϲ Θέτιοϲ μήνιοϲ. (ἴδιον γάρ ἐϲτι τῶν εἰϲ ιϲ βαρυτόνων τὸ διὰ καθαροῦ τοῦ οϲ κλίνεϲθαι οἷον ὄφιϲ ὄφιοϲ, μάντιϲ μάντιοϲ, πόλιϲ πόλιοϲ), τὰ μέντοι εἰϲ ιϲ ὀξύτονα οἷον κρηπίϲ κρηπῖδοϲ, ἀϲπίϲ ἀϲπίδοϲ, ῥανίϲ ῥανίδοϲ, οὐ γίνεται παρὰ τοῖϲ Ἴωϲι διὰ καθαροῦ τοῦ οϲ (τοῦτο γὰρ ἀλλότριόν ἐϲτι τῶν εἰϲ ιϲ ὀξυτόνων, λέγω δὲ τὸ ἔχειν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἐκφερομένην)· οὕτω καὶ τὸ κίϲ καὶ τὸ λίϲ ὀξυνόμενα καὶ εἰϲ ιϲ λήγοντα οὐκ ὤφειλεν ἔχειν τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ ἢ ἔχοντα τὴν γενικὴν διὰ καθαροῦ τοῦ οϲ οὐκ ὤφειλεν ὀξύνεϲθαι κατὰ τὴν εὐθεῖαν, ἀλλὰ δηλονότι περιϲπᾶϲθαι. 10. Ιl. Pr. ε 266 υἷοϲ: προπεριϲπαϲτέον· ἀπὸ γὰρ εὐθείαϲ ἐϲτὶ μὴ εἰρημένηϲ τῆϲ υἷιϲ, ἧϲ γενικὴ ὤφειλεν εἶναι τριϲύλλαβοϲ ὡϲ μάντιοϲ. αὕτη τοίνυν ϲυναλοιφὴν παθοῦϲα καὶ διϲύλλαβοϲ γενομένη βαρύνεται, ἧϲ ἀκόλουθοϲ δοτική «Νηληΐῳ υἷι ἐοικώϲ» (Ιl. B 20) καὶ αἰτιατική «ἀλλ’ l. 17 conf. Catholicam (p. 427, 27) de genetivo pluralis, ubi Herodianus canonem a quibusdam propositum improbaverat. Choeroboscus illum canonem defendit monens ipsum Herodianum pronunciavisse ἐν ἑτέροιϲ, quibus verbis hunc περὶ ὀνομάτων librum signiicari mxime probabile est, κίϲ et λίϲ aut in accentu aut in declinatu a legitima via aberrasse. υἷα Κλυτίοιο ϲαώϲομεν » (Ιl. 0 147) καὶ πληθυντικὴ εὐθεῖα «υἷεϲ ὁ μὲν Κτεάτου (Ιl.Β 621) καὶ αἰτιατική «υἷάϲ τ’ ὀλλυμένουϲ» (Ιl. X 62). ἀποδείξομεν δὲ καὶ τὸ «υἱάϲι δὲ Πριάμοιο » (463) παρὰ τοῦτο κεκλίϲθαι ἐν τοῖϲ περὶ ὀνομάτων, ὅταν καὶ περὶ τῆϲ καθολικῆϲ κινήϲεωϲ τοῦ ὀνόματοϲ διαλαμβάνωμεν.