<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="29"><head>Περὶ οὐδετέρων ὀνομάτων.</head><p>Choer. 366, 15. τὰ εἰϲ α λήγοντα οὐδέτερα ϲυνεϲταλμένον ἔχει <lb n="20"/>
τὸ α, οἷον κῦμα ἅρμα βῆμα· χωρὶϲ τοῦ κάρα. τοῦτο γὰρ ἐκ τοῦ κάρηνον
ἐγένετο τούτῳ τῷ τρόπῳ· ἔϲτι κάρηνον καὶ κατὰ τροπὴν τοῦ η
εἰϲ α μακρὸν κάρανον γίνεται καὶ κατὰ ἀποκοπὴν τῆϲ νον ϲυλλαβῆϲ
κάρα, καὶ ἔμεινε τὸ α μακρόν.</p><p>Choer. 366, 20: θέλει δὲ τὰ εἰϲ α λήγοντα οὐδέτερα πρὸ τοῦ <lb n="25"/>
α ἔχειν τὸ μ, οἷον ποίημα, ῥῆμα, ἅρμα, κῦμα, δηλονότι μονογενῆ ὄντα.
τοῦτο εἴρηται διὰ τὸ μέγα· τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ α αὸ μ, ἀλλ’
οὐκ ἔϲτι μονογενέϲ, ἀπὸ γὰρ τοῦ ὁ μέγαϲ γέγονε. τὰ μὴ ἔχοντα πρὸ
τοῦ α τὸ μ ἐϲτὶ πεπονθότα, οἷον τὸ κάρα ἀπὸ τοῦ κάρηνον κατὰ ἀποκοπήν,
καὶ τὸ λίπα ἀπὸ τοῦ λίπαϲ   <lb n="30"/>
<lg><l>ἀλείψατο δὲ λίπ᾿  ἐλαίῳ (Ιl.Ξ 171),</l></lg>
καὶ τὸ ἄλειφα (ϲημαίνει δὲ τὸ ἄλειμμα) ἀπὸ τοῦ ἄλειφαρ ἢ ἄλειφαϲ
κατὰ ἀποβολὴν τοῦ τελευταίου ϲυμφώνου ἐγένετο. καὶ τὸ ὕφα δὲ ἀπὸ
τοῦ ὕφαϲμά ἐϲτι κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν
τοῦ ξ ἡ γὰρ κλίϲιϲ αὐτοῦ ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ ξ καταληγούϲηϲ <lb n="35"/>
<note type="footnote">l. 30 Choer. λίπα per apocopen ex λιπαρόν expedit, Herodianus vero ex λίπαϲ,
quae altera forma vocabuli λίποϲ esset, ortum putavit ap. Eust. 1560, 26
quare Herodianeam sententiam substitui. Omisi quod Choer. dicit οὐκ ἔϲτιν ἐν
χρήϲει τὸ ὕφα, ἀλλὰ τὸ ὕφαϲμα, quia Herod. περὶ παθῶν in E. M. 785, 26 ὕφα
ex ὕφαϲμα ortum dicit; de γάλα consentit Herod. ap. Eust. 1627, 47 de affectis
cf. E. M. 60, 53.</note>

<pb n="632"/>
ἐγένετο, γάλακοϲ γὰρ ἡ γενική, καὶ κατὰ πλεοναϲμὸν τοῦ τ γάλακτοϲ,
ὥϲπερ ἄναξ ἄνακοϲ καὶ ἄνακτοϲ. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ κοϲ κλινομένη
ἢ διὰ τοῦ κτοϲ τὴν εὐθεῖαν ἔχει εἰϲ ξ καταλήγουϲαν, οἷον Φοίνικοϲ
Φοῖνιξ, θώρακοϲ θώραξ, νυκτόϲ νύξ, ἄνακτοϲ ἄναξ. εἰ οὖν γάλακτοϲ,
<lb n="5"/> δηλονότι εἰϲ ξ γάλαξ. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν
εἰϲ ι λήγουϲα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν
ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι
Κύκλωψ. εἰ οὖν ἐϲτιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δηλονότι
ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ ἀλλ’ ἐπειδὴ τὸ ξ
<lb n="10"/> οὐκ ἔϲτι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο
γάλα.</p><p>Choer. 367, 21: περὶ δὲ τοῦ κρᾶτα, οἷον
<lg><l>ἐϲ τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη</l></lg>
παρὰ Ϲοφοκλεῖ (Oed. Tyr. 263), μήποτε ἔϲτιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ
<lb n="15"/> ἀρϲενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρϲενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράϲ τοῦ
κρατόϲ τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράϲ τῆϲ κρατόϲ
τῇ κρατί τὸν κρᾶτα καὶ τὸ κρᾶτα· τὸ γὰρ κράϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ
λέγεται.</p><p>Choer.378, 7: πᾶν οὐδέτερον εἰϲ ν λῆγον ἀπαθὲϲ βραχυκαταληκτεῖν
<lb n="20"/> θέλει, οἷον ξύλον μέτρον πλέθρον, χωρὶϲ τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτόν
ἐϲτι, καὶ τῶν παρὰ τὸ πούϲ ϲυγκειμένων, καὶ ταῦτα γὰρ
μακροκαταληκτεῖ εἰϲ ν λήγοντα, οἷον τὸ δίπουν τὸ τρίπουν τὸ τετράπουν
καὶ τὸ ἄπουν. πρόϲκειται « ἀπαθέϲ», διὰ τὸ βοῶν τὸ ποιοῦν τὸ
χρυϲοῦν τὸ χαλκοῦν, ταῦτα γὰρ ἀπὸ κράϲεωϲ ἔχει τὴν μακράν, καὶ.
<lb n="25"/> τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὐγήρων ἀπὸ τοῦ εὐγήραον· τὸ
καρχαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε
κατὰ πλεοναϲμὸν τὸ μὲν τοῦ υ τὸ δὲ τοῦ ι τὸ ἀξιόχρεων καὶ ἀνάπλεων
Ἀττικὴν ἔκταϲιν ἔπαθε τοῦ ο εἰϲ τὸ ω, ἀπὸ τοῦ ἀξιόχρεον καὶ
ἀνάπλεον διὰ τοῦ ο.</p><lb n="30"/><p>Choer. 378, 21: ὄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ πᾶν μακρο
καταληκτεῖ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· κανών ἐϲτιν ὁ λέγων,
ὅτι πᾶν οὐδέτερον παρεϲχηματιϲμένον ἀρϲενικῷ θέλει φυλάττειν ἐν τῇ
τελευταίᾳ ϲυλλαβῇ τὸν τόνον τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ τοῦ ἀρϲενικοῦ,
οἷον καλόϲ καλόν, ϲοφόϲ ϲοφόν, ὀξύϲ ὀξύ, ταχύϲ ταχύ, αὐτάρκὴϲ ἐν
<lb n="35"/> τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν ἀλλὰ καὶ αὔταρκὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ
βαρεῖαν, κακοήθὴϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν, ἀλλὰ καὶ ἐν
τῷ κακόηθὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν. ϲεϲημείωται τὸ εἰϲ ἕν
ἐνταῦθα γὰρ οὐκ ἐφυλάχθη ὁ τόνοϲ τοῦ ἀρϲενικοῦ ἐν τῷ οὐδετέρῳ·
<note type="footnote">l. 12 quae apud Choerob. sequuntur, non mirum esse articulum neutr. cum
feminino coniungi, quum dicatur φοίνικι λίνῳ, ἄρωξιν ὅπλοιϲ, μανιάϲι λυϲϲήμαϲι,
non ab Herodiano profecta sunt, qui potius ex accusativo generis mascul. vel
femin. alterum nominativum neutr. gen. τὸ κρᾶτα fictum esse videtur putasse.
l. 30 cf. Dichr. 282, 15 et 290, 6.</note>

<pb n="633"/>
τὸ μὲν γὰρ εἰϲ περιϲπᾶται, τὸ δὲ ἕν ὀξύνεται, ἐπειδὴ βραχυκαταληκτεῖ·
ἐπειδὴ οὖν τὸ πᾶϲ περιϲπᾶται, ἀναγκάζεται καὶ τὸ οὐδέτερον περιϲπαϲθῆναι,
ἵνα φυλάξῃ τὸν τόνον τοῦ ἀρϲενικοῦ, περιϲπώμενον δὲ εὐλόγωϲ
ἐκτείνει τὸ α, ἐπειδὴ οὐδέποτε περιϲπωμένη οὔτε ἐπάνω βραχείαϲ
τίθεται οὕτε ἐπάνω θέϲει μακρᾶϲ, ἀλλ’ ἐπάνω φύϲει μακρᾶϲ, οἷον Ἑρμῆϲ, <lb n="5"/>
Ἡρακλῆϲ, παῖϲ. εἰ δέ τιϲ εἴπῃ ὀξυνέϲθω τὰ ἀρϲενικά, ἵνα μὴ ἀναγκαϲθῇ
τὸ οὐδέτερον ἐκτεῖναι τὸ α, λέγομεν ὅτι οὐ δύναται τὸ πᾶϲ ὀξύνεϲθαι,
ἐπειδὴ ποιεῖ οὐδέτερον παρεϲχηματιϲμένον, οἷον τὸ πᾶν. τὰ γὰρ εἰϲ
αϲ ὀξύτονα ἐπ’ ὀνομάτων οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν οἷον
Ἀρκάϲ, φυγάϲ, χαλκοκράϲ, γαλακτοκράϲ. « ἐπ’ ὀνομάτων» πρόϲκειται <lb n="10"/>
διὰ τὰϲ μετοχὰϲ οἷον ὁ ἱϲτάϲ ἡ ἱϲτᾶϲα τὸ ἱϲτάν, ὁ κιχράϲ ἡ κιχρᾶϲα
τὸ κιχράν, ὁ φθάϲ ἡ φθᾶϲα τὸ φθάν, ὁ βάϲ ἡ βᾶϲα τὸ βάν. καὶ ἀποροῦϲι
δέ τινεϲ λέγοντεϲ, ποία γὰρ ἀνάγκη ἐϲτὶ ποιεῖν τὸ πᾶϲ τριγένειαν,
οἷον ὁ πᾶϲ καὶ ἡ πᾶϲα καὶ τὸ πᾶν, ὅπου τὰ εἰϲ αϲ μονοϲύλλαβα
ἔ’ ὀνομάτων οὐ ποιεῖ τριγένειαν, οἷον Πράϲ, Ζάϲ, κράϲ, Χνᾶϲ, <lb n="15"/>
Γρᾶϲ. ἔϲτιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰϲ αϲ μονοϲύλλαβα ἐπ’
ὀνομάτων διὰ τοῦτο οὐ ποιεῖ τριγένειαν, ἐπειδὴ πᾶν ὄνομα μονοϲύλλαβον
εἰϲ αϲ λῆγον ἢ κύριόν ἐϲτιν ἢ προϲηγορικὸν οἷον Πράϲ Πραντόϲ
(ἔϲτι δὲ ὄνομα πόλεωϲ), Ζάϲ Ζαντόϲ (ἔϲτι δὲ ὄνομα κύριον ὁ
Ζάϲ), ὁ Γρᾶϲ τοῦ Γρᾶ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ Xνᾶϲ τοῦ Xνᾶ (οὕτω <lb n="20"/>
δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται), προϲηγορικὸν
δὲ τὸ κράϲ κρατόϲ (ϲημαίνει δὲ τὴν κεφαλήν), οὐδέποτε δὲ οὕτε ἀπὸ
κυρίων οὔτε ἀπὸ προϲηγορικῶν γίνεται οὐδετέρου παραϲχηματιϲμόϲ,
ἤγουν τριγένεια, οἷον Αἴαϲ, Θόαϲ, κοχλίαϲ, λᾶαϲ τὸ δὲ πᾶϲ ἐπίθετόν
ἐϲτι καὶ οὐ κωλύεται ποιεῖν τριγένειαν, ἀπὸ γὰρ ἐπιθέτων γίνεται τριγένεια,  <lb n="25"/>
οἷον ὁ μέγαϲ ἡ μεγάλη τὸ μέγα, ὁ τάλαϲ ἡ τάλαινα τὸ τάλαν,
ὁ ϲοφόϲ ἡ ϲοφή τὸ ϲοφόν, ὁ καλόϲ ἡ καλή τὸ καλόν.</p></div></div></body></text></TEI>