Περὶ θηλυκῶν ὀνομάτων. Choer. 323, 14: τὰ εἰϲ α λήγοντα θηλυκὰ ἢ ϲυϲτέλλει τὸ α ἢ ἐκτείνει αὐτό· καὶ ὅϲα μέν ἐϲτι προπαροξύτονα ὡμολόγηται ὅτι ϲυνεϲταλμένον  ἔχει τὸ α, οἷον πανδοκεύτρια, Πολύμνια, πότνια, Ἐρέτρια, κιθαρίϲτρια, εὐϲέβεια, εὐγένεια, θάλαϲϲα, ἄελλα, θύελλα. μακρᾶϲ γὰρ οὔϲηϲ τῆϲ ἐπὶ τέλουϲ, οὐδέποτε τρίτη ἀπὸ τέλουϲ πίπτει ἡ ὀξεῖα. τὰ δὲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχοντα τὸν τόνον, πάντα μακρὸν ἔχει τὸ α, οἷον Ἀθηνᾶ, ἀργυρᾶ, ϲιδηρᾶ, φοβερά, πονηρά, Ναυϲικᾶ. τὰ δὲ πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον ἔϲτιν ὅτε ϲυϲτέλλει τὸ α, οἷον ταχεῖα, ὀξεῖα, βραδεῖα, ἔϲτι δ’ ὅτε ἐκτείνει αὐτὸ οἷον Βυζαντία, Λεϲβία, Ῥοδίᾳ, μετρία.