Περὶ τῶν εἰϲ ξ. Dichr. 284, 20: τὰ εἰϲ αξ μονοϲύλλαβα θηλυκὰ μὲν ὄντα θέλει ϲυϲτέλλειν τὸ α ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ, l. 12 cf. Eust. 346, 13, ubi et haec: Ἡρωδιανὸϲ δὲ τοῖϲ εἰϲ ων περιϲπωμένοιϲ οἷον Δημοφῶντι καὶ Ξενοφῶντι ϲυντεταχὼϲ καὶ τὸν Τυφῶνα καὶ τὸν ταῶνα λέγει ὡϲ μόνον τὸ Τυφῶν καὶ τὸ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ καὶ ἑτέραν ἔϲχε κατάληξιν· Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ. Etymologias a Choerob. 299, 32 prolatas, quippe quum dubiae sint velut Ξενοφῶν a φῶ τὸ φονεύω et Δεξικρῶν a κρείω τὸ βαϲιλεύω καὶ κρατῶ aut etiam falsae ut Ἱπποκῶν a κτῶμαι Ἱπποκτῶν καὶ Ἱπποκῶν (cf. Lob. El. ΙΙ 115 seqq.) Herodiano non obtrudendas iudicavi. De ταόϲ ef. Cathol. p. 109, 5. γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτείνεται. τὰ δὲ ἐκτείνοντα τὸ α ἀρϲενικά ἐϲτι, βλάξ, κράξ, πτάξ. τὸ δὲ Πράξ ἱϲτορεῖται μὲν ἐκτείνεϲθαι· ἐγένετο δὲ Ἀχιλλέωϲ ἀπόγονοϲ, ἔνθεν οἱ Πρᾶκεϲ· ϲυϲτέλλεται δὲ ἔϲθ’ ὅτε τὸ α. Choer. 305, 4: τὰ εἰϲ αξ λήγοντα διϲύλλαβα ἀρϲενικά, ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν, ἐκτείνει πάντωϲ τὸ α, τουτέϲτι φύϲει μακρὸν αὐτὸ ἔχει οἷον θώραξ, οἴαξ. πρόϲκειται «ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν» διὰ τὰ θέϲει μακρὰν ἔχοντα ταύτην οἷον τὸ ἅρπαξ καὶ κέκραξ· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ, οὐδὲ γὰρ τὰ ἔχοντα ἢ βραχεῖαν τὴν παραλήγουϲαν ἢ θέϲει μακρὰν πάντωϲ ϲυϲτέλλει τὸ α τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει. εὑρίϲκομεν γάρ τινα ἐν αὐτοῖϲ ἔχοντα τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρὸν οἷον νέαξ (ϲημαίνει δὲ τὸν νεώτερον), φέναξ (ϲημαίνει δὲ τὸν ἀπατεῶνα), κόρδαξ (ϲημαίνει δὲ τοῦτο ὄρχηϲιν κωμικήν). ἰδοὺ οὖν ταῦτα μὴ παραληγόμενα φύϲει μακρᾷ ἔχει τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρόν, ὡϲ δῆλον ἐκ τῶν ἄλλων πτώϲεων τῶν μὴ ἐχουϲῶν τὸ ξ. ϲημειούμεθα ἐν τῷ κανόνι τινὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχοντα, ἔϲτι δὲ ταῦτα Γῦναξ, Γῦλαξ (ὀνόματα δὲ ταῦτα κύρια), ϲῦναξ (φαϲηλοειδὲϲ ὄϲπριον), καὶ τὸ καυαξ διφορούμενον· τοῦτο γὰρ ποτὲ μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό ἔϲτι δὲ εἶδοϲ ὀρνέου. πρόϲκειται « διϲύλλαβα », ἐπειδὴ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, κἂν βραχείᾳ παραλήγηται, ἐκτείνει τὸ α, ὡϲ ἐπὶ τοῦ ἱέραξ, χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α, ὡϲ ἐπὶ τοῦ Ἱππῶναξ καὶ Ἀρχιάναξ. τὸ ἀϲφάλαξ ὑπὲρ δύο ϲυλλαβὰϲ ὂν καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κατὰ πλεοναϲμὸν ἔχει τὸ α, καὶ φύϲει διϲύλλαβόν ἐϲτιν· ἀπὸ γὰρ τοῦ ϲπῶ γέγονεν ϲπάλαξ καὶ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲπάλαξ καὶ κατὰ μετάθεϲιν τοῦ ψιλοῦ εἰϲ τὸ ἀντίϲτοιχον δαϲὺ ἀϲφάλαξ· τὸ γὰρ ζῷον τοῦτο ἀποϲπᾷ τὴν γῆν καὶ ποιεῖ βάθοϲ καὶ οὕτωϲ εἰϲέρχεται ἐκεῖ. πρόϲκειται «ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α», ἐπειδὴ ἐὰν ᾖ l. 4 quae de quantitate genetivi vocabulorum in ιξ υξ tradit Choer., non ab omni parte congruunt cum doctrina Herodianea in Dichr. 285, 5 sqq., nam quum contra Aristophanem grammaticum et Ptolemaeum Ascalonitam χοίνικοϲ metri causa corripi , id quod etiam inde quod interdum producta paenultima legatur appareat, doceat Herodianus, Choerob. 312, 6 χοῖνιξ χοίνικοϲ πανταχοῦ ϲυϲτέλλει. τὸ ι tradit et quum Herod.Βέβρυκοϲ ex lege corripi et poetarum licentia produci existimet, Choer.314,8 dicit: τὸ Βέβρυξ κατὰ τὰϲ πτώϲειϲ τὰϲ μὴ ἐχούϲαϲ τὸ ξδιφορεῖται κατὰ τὸν χρόνον, εὑρέθη γὰρ καὶ ἐκτεταμένον — καὶ ϲυνεϲταλμένον. Quare hanc particulam omittere satius habui quam ad Herodiani sententiam ope libri περὶ διχρόνων dirigere. Nam veram Herodiani doctrinam ex ipso illo libro petere licet. l. 9 verba οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ —τουτέϲτι θέϲει, quae explevi addens μακρὸν αὐτὸ ἔχει, ex p. 306, 11, ubi in alienum locum irrepserunt, huc retraxi, quo loco necessaria sunt propter εὑρίϲκομεν γὰρ, quae non haberent, quo referrentur. Cum hoc l. conferendus est Herod. Dichr. 283,25 unde pro Ὕλαξ Κῆαξ reposui Γῦναξ Γῦλαξ, quamquam prius suspicione non caret ; intactum reliqui ϲῦαξ, pro quo in Dichr. ϲαῦαξ exstat propter Lehrsii admonitionem. ἀπὸ ἁπλοῦ ἐκτείνοντοϲ τὸ α φυλάττει αὐτὸ ἐκτεταμένον οἷον Φαίαξ φιλοφαίαξ, θώραξ λινοθώραξ. πρόϲκειται ἐν τῷ κανόνι «ἀρϲενικά», ἐπειδὴ τὰ θηλυκὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν ϲυϲτέλλει τὸ α, οἷον αὖλαξ, πῖδαξ, κλῖμαξ· διὰ τοῦτο τὸ μεῖραξ ἀναλογώτερόν ἐϲτι θηλυκῶϲ λεγόμενον, ϲυϲτέλλει γὰρ τὸ α φύϲει μακρὰν ἔχον τὴν παραλήγουϲαν· ὅταν δὲ λεχθῇ ἀρϲενικῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἐπὶ διαβολῇ παραλαμβάνεται, ἀντὶ τοῦ ὁ γυναικώδηϲ.