Περὶ τῶν εἰϲ ν. Choer. 270, 11: τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ οὐ θέλει ἔχειν πρὸ τοῦ ν οὕτε δίφθογγον οὔτε βραχὺ φωνῆεν, ἀλλ’ ἢ ἓν ἐκ τῶν τριῶν διχρόνων, ὅπερ δὲ (leg. δὴ) καὶ ἐκτείνεται, ἢ ἓν ἐκ τῶν μακρῶν φωνηέντων, ὡϲ εἶναι πέντε φωνήεντα τὰ εὑριϲκόμενα πρὸ τοῦ ν κατὰ τὴν εὐθεῖαν, α, ι, υ, η, ω, οἷον Ἀλκμάν, παιάν, δελφίν, Ϲαλαμίν, μόϲυν, Φόρκυν, ϲωλήν, ποιμήν, Πλάτων, τρήρων. Choer. 270, 23: τὰ εἰϲ ν λήγοντα ἀρϲενικὰ ἢ θηλυκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, οἷον δελφίν, Ϲαλαμίν, ποιμήν, Τροιζήν, ἄρϲην, Ἕλλην· οὐδέποτε δὲ περιϲπᾶται, χωρὶϲ εἰ μὴ ᾖ εἰϲ ων, ἐν γὰρ τῇ εἰϲ ων καταλήξει ἔϲτιν ὅτε ἐπιδέχεται καὶ τὴν περιϲπωμένην τάϲιν, οἷον Ξενοφῶν, Ποϲειδῶν. πρόϲκειται ἀρϲενικὰ ἢ θηλυκά» διὰ τὰ οὐδέτερα, διὰ τὸ χαλκοῦν, χρυϲοῦν, ὀϲτοῦν, περιϲπώμενα. Dichr. 283, 9 ( Choer. 271): πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ’ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν καὶ ὅϲα τοιαῦτα. Choer. 278, 18 (coll.69, 31): τὰ εἰϲ ιν μακρὸν ἔχει τὸ ι καὶ εἰ μέν ἐϲτιν ἁπλᾶ ὀξύνεται εἴτε ἀρϲενικά ἐϲτιν εἴτε θηλυκά οἷον Ϲαλαμίν Ἐλευϲίν ἀκτίν δελφίν Τελχίν (Τελχῖνεϲ δέ εἰϲι φθονεροὶ δαίμονεϲ οἱ οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίν, θίν, ἴν (ὃ ϲημαίνει τὴν δύναμιν)· ἡ ἴκτινα αἰτιατικὴ προπαροξυνομένη, οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (fr. 525) ἴκτινα παντόφθαλμον ἅρπαγαϲ τρέφων, οὐκ ἔϲτιν ὡϲ ἀπὸ τῆϲ ἴκτιν εὐθείαϲ, οὐδαμοῦ γὰρ ἡ εὐθεῖα αὕτη εὕ- ρηται ἐν χρήϲει, ἀλλ’ ἔϲτιν ἴκτινοϲ ἡ εὐθεῖα, ὡϲ παρὰ Ϲοφοκλεῖ (fr. 890) ἴκτινοϲ ὡϲ ἔκλαγξεν παραϲύραϲ κρέαϲ, τούτου ἡ γενικὴ ἰκτίνου, ὡϲ παρὰ Ϲιμωνίδῃ· ϲπλάγχν’ ἀμπέχοντεϲ αὐτίκ’ ἰκτίνου δίκην, εἶτα ἡ δοτικὴ ἰκτίνῳ, καὶ ἡ αἰτιατικὴ ἴκτινον, ὡϲ παρὰ Μενάνδρῳ· ἀλλὰ προϲέδωκαϲ τάλαντον εἶναι παρ’ ἡμῖν τὸν ἴκτινον. εἶτα αὕτη ἡ αἰτιατική, κατὰ μεταπλαϲμὸν γέγονεν ἴκτινα, ὡϲ παρὰ Ἀριϲτοφάνει· ἴκτινα παντόφθαλμον ἅρπαγαϲ τρέφων, ὥϲπερ ἁλίτροχον ἁλίτροχα παρ’ Ἰβύκῳ, καὶ διθύραμβον διθύραμβα . 36 Menandri fragmentum corruptum est, cf. Mein. p. 1035 ed. min. παρὰ Πινδάρῳ εἰ δέ ἐϲτι ϲύνθετα εἰϲ ιν βαρύνεται οἷον δελφάκτιν, τριγλώχιν. πάντα δὲ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικήν, καὶ πάντα φυλάττει τὸ ι μακρόν, οἷον δελφῖνοϲ, ἀκτῖνοϲ, Ϲαλαμῖνοϲ, Ἐλευϲῖνοϲ, ῥινόϲ, θινόϲ. δικατάληκτα δὲ καλεῖται, ὅτι παρὰ μὲν τοῖϲ ἀρχαίοιϲ εἰϲ ϲ λήγει οἷον δελφίϲ, Τελχίϲ, Ϲαλαμίϲ· παρὰ δὲ νεωτέροιϲ εἰϲ ν οἷον δελφίν, Τελχίν, Ϲαλαμίν. πλατυτέρα δέ ἐϲτιν ἡ εἰϲ ϲ λήγουϲα κατάληξιϲ, ϲπανιωτέρα δὲ ἡ εἰϲ ν ϲπανίωϲ γὰρ εὕρηται ἐν χρήϲει ἡ εἰϲ ν κατάληξιϲ, ὡϲ παρὰ Ϲιμωνίδῃ· τριγλώχιν ὀϊϲτόϲ, καὶ παρὰ Καλλιμάχῳ τριγλώχιν ὀλοῷ νῆϲοϲ ἐπ’ Ἐγκελάδῳ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, ποῖά ἐϲτιν ἀναλογώτερα τὰ εἰϲ ν λήγοντα, ἢ τὰ εἰϲ c. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὰ εἰϲ ν λήγοντα ἀναλογώτερά ἐϲτιν· · πᾶϲα γὰρ γενικὴ εἰϲ οϲ λήγουϲα μετὰ ἀμεταβόλου ἔχουϲα μακρὰν φύϲει τὴν παραλήγουϲαν ἀποβολῇ τοῦ οϲ τὴν εὐθεῖαν ἀποτελεῖ οἷον Ἀλκμᾶνοϲ Ἀλκμάν, Θέωνοϲ Θέων, Πλάτωνοϲ Πλάτων, ἰχῶροϲ ἰχώρ, Δίωνοϲ Δίων. πρόϲκειται «ἔχουϲα φύϲει μακρὰν τὴν παραλήγουϲαν» διὰ τὸ κτενόϲ τοῦτο γὰρ οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, κτείϲ γάρ ἐϲτι καὶ οὐ κτέν ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν· καὶ πάλιν ἔϲτιν Μέμνονοϲ καὶ Νέϲτοροϲ. καὶ ἐπειδὴ ταῦτα βραχεῖαν ἔχει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ ,τὴν εὐθεῖαν, Μέμνων γὰρ καὶ Νέϲτωρ διὰ τοῦ ω καὶ οὐ διὰ τοῦ ο. καὶ πάλιν ἔϲτι θεράποντοϲ καὶ γέροντοϲ, καὶ ἐπειδὴ ταῦτα οὐκ ἔχει μακρὰν φύϲει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, οὐδὲ γὰρ λέγομεν θεράπον καὶ γέρον, ἀλλὰ θεράπων καὶ γέρων διὰ τοῦ ω ἄλλωϲ τε δὲ οὐκ ἔχει τὴν γενικὴν ταῦτα εἰϲ οϲ λήγουϲαν μετὰ ἀμεταβόλου, πρὸ γὰρ τοῦ ο οὐκ ἔϲτιν ἀμετάβολον ἀλλὰ τ. εἰ οὖν ἡ δελφῖνοϲ καὶ Τελχῖνοϲ καὶ Ϲαλαμῖνοϲ γενικὴ εἰϲ οϲ λήγει ϲὺν ἀμεταβόλῳ καὶ φύϲει μακρᾷ παραλήγεται, δηλονότι ἀποβολῇ τοῦ οϲ ἀποτελεῖ τὴν εὐθεῖαν. δείκνυται δὲ ὅτι ἀναλογώτερά ἐϲτιν ἡ εἰϲ ν κατάληξιϲ καὶ ἐξ ἄλλων κανόνων τὰ εἰϲ ϲ λήγοντα περιττοϲυλλάβωϲ κλινόμενα ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον ἡδύϲ ἡδέοϲ, βότρυϲ βότρυοϲ, ἢ διὰ τοῦ δ οἷον Πάριϲ Πάριδοϲ, Θέτιϲ Θέτιδοϲ, ἢ διὰ τοῦ θ οἷον ὄρνιϲ ὄρνιθοϲ, δέλλιϲ δέλλιθοϲ, ἢ διὰ τοῦ τ οἷον Λάχηϲ Λάχητοϲ, ἔρωϲ ἔρωτοϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα» διὰ τὸ καλόϲ καλοῦ, Χρύϲηϲ Χρύϲου εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια οὐ κλίνεται δι’ ἑνὸϲ τούτων, δηλονότι οὐ καταλήγει φύϲει εἰϲ ϲ ἡ εὐθεῖα, ἀλλ’ εἰϲ ν. περὶ γὰρ τῶν δοκούντων ἐναντιοῦϲθαι οἷον περὶ τοῦ ἅλϲ ἁλόϲ, εἷϲ ἑνόϲ, ἔϲτιν εἰπεῖν ὅτι ἐλλείπει ταῦτα τὸ τ, καὶ τὸ τάλαϲ δὲ τάλανοϲ καὶ μέλαϲ μέλανοϲ ἐλλείπει τὸ τ μέλαντοϲ γὰρ καὶ τάλαντοϲ ἦν καὶ κατὰ ἀποβολὴν τοῦ τ γέγονε μέλανοϲ καὶ τάλανοϲ. ὅτι γὰρ τοῦ μέλαϲ μέλοντοϲ ἦν ἡ γενικὴ δηλοῖ τὸ μελαντείουϲ δ’ ἐπὶ πέτραϲ διὰ τοῦ ντ τὸ ἐξενεχθὲν καὶ τὸ [Ιl. Δ 277] μελάντερον ἠΰτε πίϲϲα. ὅτι δὲ καὶ τοῦ τάλαϲ τάλαντοϲ ἦν ἡ γενική, δηλοῖ ὁ Ἰππῶναξ εἰπών τί τῷ τάλαντι Βουπάλῳ ϲυνῴκηϲαϲ, καὶ ὁ Ἀντίμαχοϲ δὲ γινώϲκει τὴν διὰ τοῦ ντ κλίϲιν, ἐν οἷϲ φηϲιν οἱ δὲ τὸν αἰνοτάλαντα κατέϲτυγον. περὶ δὲ τῆϲ κτενόϲ γενικῆϲ ἔϲτιν εἰπεῖν ὅτι κτείν ἦν ἡ εὐθεῖα, καὶ λοιπὸν ἀκολούθωϲ κτεινόϲ ἡ γενικὴ δι’ ἀμεταβόλου καὶ ἐπεὶ οὐδέποτε τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκά θέλει ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον δελφίν, ἀκτίν, Ϲαλαμίν, Τιτάν, μόϲυν (ϲημαίνει δὲ τὸν ξύλινον πύργον), Ἕλλην, Τροιζήν, Πλάτων, τρήγων (leg. τρήρων), τούτου χάριν ἔτρεψε τὸ ν εἰϲ τὸ ϲ καὶ γέγονε κτείϲ καὶ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν, τουτέϲτι τὴν διὰ τοῦ ν. πρόϲκειται «εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ» διὰ τὸ δίπουν, τοῦτο γὰρ ἔχει πρὸ τοῦ ν δίφθογγον, ἀλλ’ οὐδέτερόν ἐϲτι. τὸ δὲ τίϲ τινόϲ μὴ δυνάμενον κλιθῆναι δι’ ἄλλου ϲυμφώνου ἐξ ἀνάγκηϲ ἐκλίθη διὰ τοῦ ν. τρίτοϲ δὲ κανών ἐϲτιν οὗτοϲ ὁ δεικνύϲ, ὅτι τὰ εἰϲ ν λήγοντα ἀναλογώτερά ἐϲτι τῶν εἰϲ ϲ ληγόντων. τὰ εἰϲ ιϲ λήγοντα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικήν οἷον ὁ Πάριϲ ὦ Πάρι, ὁ μάντιϲ ὦ μάντι, ὁ λάτριϲ ὦ λάτρι, ἡ πόλιϲ ὦ πόλι, ἡ Θέτιϲ ὦ Θέτι τὸ γὰρ ὁμόφωνον Ἀττικόν ἐϲτιν, ὦ μάντιϲ, ὦ πόλιϲ. εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια οὐκ ἀποβάλλει τὸ ϲ ἐν τῇ κλητικῇ, ἀλλὰ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίϲ ὦ δελφίϲ, ὁ Τελχίϲ ὦ Τελχίϲ, δηλονότι οὐ καταλήγει φύϲει εἰε ϲ ἀλλ’ εἰϲ ν, τροπὴ δὲ ἐγένετο τοῦ ν εἰϲ ϲ κατὰ Δωρικὴν διάλεκτον, ὥϲπερ ἦν ἦϲ, ἥρπομεν ἥρπομεϲ, ὡϲ παρὰ Θεοκρίτῳ (7, l) ἦϲ χρόνοϲ, ἀντὶ τοῦ ἦν χρόνοϲ, καὶ παρὰ τῷ αὐτῷ (7, 2) ἥρπομεϲ ἐκ πόλιοϲ, ἀντὶ τοῦ ἥρπομεν ἐκ πόλεωϲ. Choer. 283, 5 (70, 11): πάντα τὰ εἰϲ υν βαρύνεται, οἷον μόϲυν, Φόρκυν, Γόρτυν, ἐπειδὴ τὰ πολλὰ παρὰ τοῖϲ Αἰολεῦϲιν εὑρίϲκεται, καὶ λοιπὸν ὡϲ δοκοῦντα εἶναι Αἰολικὰ εὐλόγωϲ βαρύνεται· οἱ γὰρ Αἰολεῖϲ βαρυντικοί εἰϲιν, οἷον Πηλεύϲ Πήλευϲ, Ἀτρεύϲ Ἄτρευϲ, Ἀχιλλεύϲ Ἀχίλλευϲ. Dichr. 287,6: αἱ εὐθεῖαι τῶν εἰϲ υν ϲυϲτέλλουϲι τὸ υ Φόρκυν, Πόλτυν, αἱ δὲ διὰ τοῦ νοϲ γενικαὶ τῷ υ ἐκτεταμένῳ παραλήγονται. l. 31 de Φόρκυν cf. not. ad Cathol. 18, 14. De Γόρτυν haec apud St. B. 212, 2 servata sunt: Γόρτυν (Γόρτυϲ)· φαϲὶ δὲ τὴν αἰτιατικὴν οἱ μὲν διϲυλλάβωϲ Γόρτυν, οἱ δὲ τριϲυλλάβωϲ «Γόρτυνά τε τειχιόεϲϲαν» (Β 646), οἱ δὲ Γόρτυναν ὡϲ ἄμυναν. l. 35 cf.. (Choer. 283, 9 ἰϲτέον καὶ τοῦτο, ὅτι διάφοροι δόξαι περὶ τοῦ χρόνου τῆϲ εὐθείαϲ γεγόναϲιν, αἱ μὲν γὰρ ἀξιοῦϲι καὶ ἐν τῇ εὐθείᾳ καὶ ἐν πάϲαιϲ ταῖϲ πτώϲεϲιν ἐκτείνεϲθαι τὸ υ, οἱ δέ λέγουϲιν ὅτι ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλεται τὸ υ, ἐν δὲ ταῖϲ ἄλλαιϲ πτώϲεϲι ταῖϲ πλαγίαιϲ ἐκτείνεται καὶ διάφοροί εἰϲι δόξαι τῶν τεχνικῶν περὶ τούτου. Choer. 297, 24: τὰ εἰϲ ων περιϲπώμενα διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ καί ἐϲτι μόνου ἀρϲενικοῦ γένουϲ, οἷον ὁ θῶν τοῦ Θῶντοϲ (ἔϲτι δὲ ὄνομακύριον), ὁ Ξενοφῶν τοῦ Ξενοφῶντοϲ, ὁ Ἀγλαοφῶν τοῦ Ἀγλαοφῶντοϲ, ὁ Ἱπποκῶν τοῦ Ἱπποκῶντοϲ, χωρὶϲ ἑνὸϲ ἐν τῇ ϲυνηθείᾳ λεγομένου (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περϲικῆϲ), τοῦτο γὰρ θηλυκοῦ γένουϲ ἐϲτίν, οἷον ἡ Κτηϲιφῶν, περιϲπᾶται δὲ καὶ διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον τῆϲ Κτηϲιφῶντοϲ τοῦτο δὲ ἀπὸ ἀρϲενικοῦ γένουϲ γέγονε θηλυκόν, καὶ τὴν αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον ἀπὸ τοῦ Κτηϲιφῶν. οὐ μόνον δέ ἐϲτι τοῦτο τὸ ὄνομα ἐν τῇ ϲυνηθείᾳ, ἀλλὰ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ τὸ ὄνομα τοῦτο τῆϲ πόλεωϲ εὕρηται. Choer. 300, 5: τὰ εἰϲ ων περιϲπώμενα οὐ γίνεται εἰϲ ωϲ, οἷον Κτηϲιφῶν Ἀγλαοφῶν Ξενοφῶν. τὸ δὲ τυφῶν καὶ ταῶν καὶ εἰϲ ωϲ λήγει. μηδεὶϲ δὲ οἰέϲθω τὸ τυφῶν καὶ τυφῶϲ καὶ ταῶν καὶ ταῶϲ δικατάληκτα εἶναι. τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν ἔχει κλίϲιν, οἷον δελφίν δελφῖνοϲ καὶ δελφίϲ δελφῖνοϲ, Τελχίν Τελχῖνοϲ καὶ Τελχίϲ Τελχῖνοϲ, Ϲαλαμίν Ϲαλαμῖνοϲ καὶ Ϲαλαμίϲ Ϲαλαμῖνοϲ. ταῦτα δὲ οὐκ ἔχει τὴν αὐτὴν κλίϲιν, τυφῶν μὲν γὰρ τυφῶνοϲ, καὶ ταῶν ταῶνοϲ, ὥϲπερ καὶ Ποϲειδῶν Ποϲειδῶνοϲ· τυφῶϲ δὲ τυφῶ, καὶ ταῶϲ ταῶ, ἀποβολῇ τοῦ ϲ Ἀττικῶϲ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ, καὶ ὁ λαγῶϲ τοῦ λαγῶ. κρεῖττον οὖν ἕτερα θέματα λέγειν τοῦ τυφῶν καὶ ταῶν, καὶ ἕτερα τοῦ τυφῶϲ καὶ ταῶϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ βούλονται τὸ ταῶϲ ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο λέγειν κατ’ ἔκταϲιν τοῦ ο εἰϲ τὸ ω καὶ ἐναλλαγῇ τοῦ τόνου εἰϲ περιϲπωμένην τάϲιν ἀλλ’ ἔϲτι λέγειν, ὅτι τὸ ταῶϲ οὐκ ἠδύνατο ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή τὸ ταόϲ τὸ διὰ τοῦ οϲ οὐκ ἔϲτι ϲύνηθεϲ τοῖϲ Ἕλληϲι. Choer. 300, 30: Ἄξιον δέ ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε φύϲει μακρᾷ παραλήγεται οἷον Δημοφῶν, Ἀγλαοφῶν, Κτηϲιφῶν, Ἀντιφῶν (τὸ γὰρ Δεξικρῶν οὐ παραλήγεται φύϲει μακρᾷ ἀλλὰ θέϲει), πῶϲ τὸ Ποϲειδῶν φύϲει μακρᾷ παραλήγεται. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ Ποϲειδέηϲ γέγονε Ποϲειδέων καὶ κατὰ κρᾶϲιν Ποϲειδῶν, ὥϲτε δυνάμει μὴ εἶναι φύϲει μακράν, φημὶ τὴν δίφθογγον, ἐν τῇ παραληγούϲῃ, ἀλλ’ ἐν τῇ προπαραληγούϲῃ. Περὶ τῶν εἰϲ ξ. Dichr. 284, 20: τὰ εἰϲ αξ μονοϲύλλαβα θηλυκὰ μὲν ὄντα θέλει ϲυϲτέλλειν τὸ α ϲπάξ, οὕτωϲ ἡ κύων παρὰ Πέρϲαιϲ, κλάξ, πλάξ, l. 12 cf. Eust. 346, 13, ubi et haec: Ἡρωδιανὸϲ δὲ τοῖϲ εἰϲ ων περιϲπωμένοιϲ οἷον Δημοφῶντι καὶ Ξενοφῶντι ϲυντεταχὼϲ καὶ τὸν Τυφῶνα καὶ τὸν ταῶνα λέγει ὡϲ μόνον τὸ Τυφῶν καὶ τὸ ταῶν οὐκ ἐκλίθη διὰ τοῦ ντ, ἐπειδὴ καὶ ἑτέραν ἔϲχε κατάληξιν· Τυφῶϲ γὰρ καὶ ταῶϲ διὰ τοῦ ϲ. Etymologias a Choerob. 299, 32 prolatas, quippe quum dubiae sint velut Ξενοφῶν a φῶ τὸ φονεύω et Δεξικρῶν a κρείω τὸ βαϲιλεύω καὶ κρατῶ aut etiam falsae ut Ἱπποκῶν a κτῶμαι Ἱπποκτῶν καὶ Ἱπποκῶν (cf. Lob. El. ΙΙ 115 seqq.) Herodiano non obtrudendas iudicavi. De ταόϲ ef. Cathol. p. 109, 5. γλάξ, δράξ, ἡ δὲ ῥάξ ἐκτείνεται. τὰ δὲ ἐκτείνοντα τὸ α ἀρϲενικά ἐϲτι, βλάξ, κράξ, πτάξ. τὸ δὲ Πράξ ἱϲτορεῖται μὲν ἐκτείνεϲθαι· ἐγένετο δὲ Ἀχιλλέωϲ ἀπόγονοϲ, ἔνθεν οἱ Πρᾶκεϲ· ϲυϲτέλλεται δὲ ἔϲθ’ ὅτε τὸ α. Choer. 305, 4: τὰ εἰϲ αξ λήγοντα διϲύλλαβα ἀρϲενικά, ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν, ἐκτείνει πάντωϲ τὸ α, τουτέϲτι φύϲει μακρὸν αὐτὸ ἔχει οἷον θώραξ, οἴαξ. πρόϲκειται «ἐὰν ἔχῃ φύϲει μακρὰν τὴν παραλήγουϲαν» διὰ τὰ θέϲει μακρὰν ἔχοντα ταύτην οἷον τὸ ἅρπαξ καὶ κέκραξ· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει, οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ, οὐδὲ γὰρ τὰ ἔχοντα ἢ βραχεῖαν τὴν παραλήγουϲαν ἢ θέϲει μακρὰν πάντωϲ ϲυϲτέλλει τὸ α τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχει. εὑρίϲκομεν γάρ τινα ἐν αὐτοῖϲ ἔχοντα τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρὸν οἷον νέαξ (ϲημαίνει δὲ τὸν νεώτερον), φέναξ (ϲημαίνει δὲ τὸν ἀπατεῶνα), κόρδαξ (ϲημαίνει δὲ τοῦτο ὄρχηϲιν κωμικήν). ἰδοὺ οὖν ταῦτα μὴ παραληγόμενα φύϲει μακρᾷ ἔχει τὸ α ἐκτεταμένον, τουτέϲτι φύϲει μακρόν, ὡϲ δῆλον ἐκ τῶν ἄλλων πτώϲεων τῶν μὴ ἐχουϲῶν τὸ ξ. ϲημειούμεθα ἐν τῷ κανόνι τινὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν καὶ ϲυϲτέλλοντα τὸ α, τουτέϲτι θέϲει μακρὸν αὐτὸ ἔχοντα, ἔϲτι δὲ ταῦτα Γῦναξ, Γῦλαξ (ὀνόματα δὲ ταῦτα κύρια), ϲῦναξ (φαϲηλοειδὲϲ ὄϲπριον), καὶ τὸ καυαξ διφορούμενον· τοῦτο γὰρ ποτὲ μὲν ϲυϲτέλλει τὸ α, ποτὲ δὲ ἐκτείνει αὐτό ἔϲτι δὲ εἶδοϲ ὀρνέου. πρόϲκειται « διϲύλλαβα », ἐπειδὴ τὰ ὑπὲρ δύο ϲυλλαβάϲ, κἂν βραχείᾳ παραλήγηται, ἐκτείνει τὸ α, ὡϲ ἐπὶ τοῦ ἱέραξ, χωρὶϲ εἰ μὴ ᾖ ϲύνθετα ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α, ὡϲ ἐπὶ τοῦ Ἱππῶναξ καὶ Ἀρχιάναξ. τὸ ἀϲφάλαξ ὑπὲρ δύο ϲυλλαβὰϲ ὂν καὶ ϲυϲτέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ κατὰ πλεοναϲμὸν ἔχει τὸ α, καὶ φύϲει διϲύλλαβόν ἐϲτιν· ἀπὸ γὰρ τοῦ ϲπῶ γέγονεν ϲπάλαξ καὶ κατὰ πλεοναϲμὸν τοῦ α ἀϲπάλαξ καὶ κατὰ μετάθεϲιν τοῦ ψιλοῦ εἰϲ τὸ ἀντίϲτοιχον δαϲὺ ἀϲφάλαξ· τὸ γὰρ ζῷον τοῦτο ἀποϲπᾷ τὴν γῆν καὶ ποιεῖ βάθοϲ καὶ οὕτωϲ εἰϲέρχεται ἐκεῖ. πρόϲκειται «ἀπὸ ἁπλοῦ ϲυϲτέλλοντοϲ τὸ α», ἐπειδὴ ἐὰν ᾖ l. 4 quae de quantitate genetivi vocabulorum in ιξ υξ tradit Choer., non ab omni parte congruunt cum doctrina Herodianea in Dichr. 285, 5 sqq., nam quum contra Aristophanem grammaticum et Ptolemaeum Ascalonitam χοίνικοϲ metri causa corripi , id quod etiam inde quod interdum producta paenultima legatur appareat, doceat Herodianus, Choerob. 312, 6 χοῖνιξ χοίνικοϲ πανταχοῦ ϲυϲτέλλει. τὸ ι tradit et quum Herod.Βέβρυκοϲ ex lege corripi et poetarum licentia produci existimet, Choer.314,8 dicit: τὸ Βέβρυξ κατὰ τὰϲ πτώϲειϲ τὰϲ μὴ ἐχούϲαϲ τὸ ξδιφορεῖται κατὰ τὸν χρόνον, εὑρέθη γὰρ καὶ ἐκτεταμένον — καὶ ϲυνεϲταλμένον. Quare hanc particulam omittere satius habui quam ad Herodiani sententiam ope libri περὶ διχρόνων dirigere. Nam veram Herodiani doctrinam ex ipso illo libro petere licet. l. 9 verba οὐκ ἀναϲτρέφοντοϲ τοῦ κανόνοϲ —τουτέϲτι θέϲει, quae explevi addens μακρὸν αὐτὸ ἔχει, ex p. 306, 11, ubi in alienum locum irrepserunt, huc retraxi, quo loco necessaria sunt propter εὑρίϲκομεν γὰρ, quae non haberent, quo referrentur. Cum hoc l. conferendus est Herod. Dichr. 283,25 unde pro Ὕλαξ Κῆαξ reposui Γῦναξ Γῦλαξ, quamquam prius suspicione non caret ; intactum reliqui ϲῦαξ, pro quo in Dichr. ϲαῦαξ exstat propter Lehrsii admonitionem. ἀπὸ ἁπλοῦ ἐκτείνοντοϲ τὸ α φυλάττει αὐτὸ ἐκτεταμένον οἷον Φαίαξ φιλοφαίαξ, θώραξ λινοθώραξ. πρόϲκειται ἐν τῷ κανόνι «ἀρϲενικά», ἐπειδὴ τὰ θηλυκὰ ἔχοντα φύϲει μακρὰν τὴν παραλήγουϲαν ϲυϲτέλλει τὸ α, οἷον αὖλαξ, πῖδαξ, κλῖμαξ· διὰ τοῦτο τὸ μεῖραξ ἀναλογώτερόν ἐϲτι θηλυκῶϲ λεγόμενον, ϲυϲτέλλει γὰρ τὸ α φύϲει μακρὰν ἔχον τὴν παραλήγουϲαν· ὅταν δὲ λεχθῇ ἀρϲενικῶϲ παρὰ τοῖϲ Ἀθηναίοιϲ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον ἐπὶ διαβολῇ παραλαμβάνεται, ἀντὶ τοῦ ὁ γυναικώδηϲ. Περὶ θηλυκῶν ὀνομάτων. Choer. 323, 14: τὰ εἰϲ α λήγοντα θηλυκὰ ἢ ϲυϲτέλλει τὸ α ἢ ἐκτείνει αὐτό· καὶ ὅϲα μέν ἐϲτι προπαροξύτονα ὡμολόγηται ὅτι ϲυνεϲταλμένον  ἔχει τὸ α, οἷον πανδοκεύτρια, Πολύμνια, πότνια, Ἐρέτρια, κιθαρίϲτρια, εὐϲέβεια, εὐγένεια, θάλαϲϲα, ἄελλα, θύελλα. μακρᾶϲ γὰρ οὔϲηϲ τῆϲ ἐπὶ τέλουϲ, οὐδέποτε τρίτη ἀπὸ τέλουϲ πίπτει ἡ ὀξεῖα. τὰ δὲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ ἔχοντα τὸν τόνον, πάντα μακρὸν ἔχει τὸ α, οἷον Ἀθηνᾶ, ἀργυρᾶ, ϲιδηρᾶ, φοβερά, πονηρά, Ναυϲικᾶ. τὰ δὲ πρὸ μιᾶϲ ἔχοντα τὸν τόνον ἔϲτιν ὅτε ϲυϲτέλλει τὸ α, οἷον ταχεῖα, ὀξεῖα, βραδεῖα, ἔϲτι δ’ ὅτε ἐκτείνει αὐτὸ οἷον Βυζαντία, Λεϲβία, Ῥοδίᾳ, μετρία. Περὶ οὐδετέρων ὀνομάτων. Choer. 366, 15. τὰ εἰϲ α λήγοντα οὐδέτερα ϲυνεϲταλμένον ἔχει τὸ α, οἷον κῦμα ἅρμα βῆμα· χωρὶϲ τοῦ κάρα. τοῦτο γὰρ ἐκ τοῦ κάρηνον ἐγένετο τούτῳ τῷ τρόπῳ· ἔϲτι κάρηνον καὶ κατὰ τροπὴν τοῦ η εἰϲ α μακρὸν κάρανον γίνεται καὶ κατὰ ἀποκοπὴν τῆϲ νον ϲυλλαβῆϲ κάρα, καὶ ἔμεινε τὸ α μακρόν. Choer. 366, 20: θέλει δὲ τὰ εἰϲ α λήγοντα οὐδέτερα πρὸ τοῦ α ἔχειν τὸ μ, οἷον ποίημα, ῥῆμα, ἅρμα, κῦμα, δηλονότι μονογενῆ ὄντα. τοῦτο εἴρηται διὰ τὸ μέγα· τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ α αὸ μ, ἀλλ’ οὐκ ἔϲτι μονογενέϲ, ἀπὸ γὰρ τοῦ ὁ μέγαϲ γέγονε. τὰ μὴ ἔχοντα πρὸ τοῦ α τὸ μ ἐϲτὶ πεπονθότα, οἷον τὸ κάρα ἀπὸ τοῦ κάρηνον κατὰ ἀποκοπήν, καὶ τὸ λίπα ἀπὸ τοῦ λίπαϲ   ἀλείψατο δὲ λίπ᾿  ἐλαίῳ (Ιl.Ξ 171), καὶ τὸ ἄλειφα (ϲημαίνει δὲ τὸ ἄλειμμα) ἀπὸ τοῦ ἄλειφαρ ἢ ἄλειφαϲ κατὰ ἀποβολὴν τοῦ τελευταίου ϲυμφώνου ἐγένετο. καὶ τὸ ὕφα δὲ ἀπὸ τοῦ ὕφαϲμά ἐϲτι κατὰ ἀποκοπήν. καὶ τὸ γάλα ἀπὸ τοῦ γάλαξ κατ’ ἔνδειαν τοῦ ξ ἡ γὰρ κλίϲιϲ αὐτοῦ ἀπὸ εὐθείαϲ τῆϲ εἰϲ ξ καταληγούϲηϲ l. 30 Choer. λίπα per apocopen ex λιπαρόν expedit, Herodianus vero ex λίπαϲ, quae altera forma vocabuli λίποϲ esset, ortum putavit ap. Eust. 1560, 26 quare Herodianeam sententiam substitui. Omisi quod Choer. dicit οὐκ ἔϲτιν ἐν χρήϲει τὸ ὕφα, ἀλλὰ τὸ ὕφαϲμα, quia Herod. περὶ παθῶν in E. M. 785, 26 ὕφα ex ὕφαϲμα ortum dicit; de γάλα consentit Herod. ap. Eust. 1627, 47 de affectis cf. E. M. 60, 53. ἐγένετο, γάλακοϲ γὰρ ἡ γενική, καὶ κατὰ πλεοναϲμὸν τοῦ τ γάλακτοϲ, ὥϲπερ ἄναξ ἄνακοϲ καὶ ἄνακτοϲ. πᾶϲα γὰρ γενικὴ διὰ τοῦ κοϲ κλινομένη ἢ διὰ τοῦ κτοϲ τὴν εὐθεῖαν ἔχει εἰϲ ξ καταλήγουϲαν, οἷον Φοίνικοϲ Φοῖνιξ, θώρακοϲ θώραξ, νυκτόϲ νύξ, ἄνακτοϲ ἄναξ. εἰ οὖν γάλακτοϲ, δηλονότι εἰϲ ξ γάλαξ. ἄλλωϲ τε δὲ πᾶϲα δοτικὴ πληθυντικῶν εἰϲ ι λήγουϲα μετὰ διπλοῦ ἀποβολῇ τοῦ ι τὴν εὐθεῖαν τῶν ἑνικῶν ἀποτελεῖ, οἷον Φοίνιξι Φοῖνιξ, κήρυξι κῆρυξ, Πέλοψι Πέλοψ, Κύκλωψι Κύκλωψ. εἰ οὖν ἐϲτιν ἡ δοτικὴ τῶν πληθυντικῶν γάλαξι, δηλονότι ἀποβολῇ τοῦ ι γίνεται ἡ εὐθεῖα τῶν ἑνικῶν γάλαξ ἀλλ’ ἐπειδὴ τὸ ξ οὐκ ἔϲτι τελικὸν τῶν οὐδετέρων, τούτου χάριν ἀπεβλήθη καὶ ἐγένετο γάλα. Choer. 367, 21: περὶ δὲ τοῦ κρᾶτα, οἷον ἐϲ τὸ κείνου κρᾶτ’ ἐνήλαθ’ ἡ τύχη παρὰ Ϲοφοκλεῖ (Oed. Tyr. 263), μήποτε ἔϲτιν εἰπεῖν ὅτι τοῦτο ἀπὸ ἀρϲενικοῦ ἢ θηλυκοῦ γέγονεν. ἀπὸ ἀρϲενικοῦ μὲν ἀπὸ τοῦ ὁ κράϲ τοῦ κρατόϲ τῷ κρατί τὸν κρᾶτα, ἀπὸ θηλυκοῦ δὲ ἀπὸ τοῦ ἡ κράϲ τῆϲ κρατόϲ τῇ κρατί τὸν κρᾶτα καὶ τὸ κρᾶτα· τὸ γὰρ κράϲ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ λέγεται. Choer.378, 7: πᾶν οὐδέτερον εἰϲ ν λῆγον ἀπαθὲϲ βραχυκαταληκτεῖν θέλει, οἷον ξύλον μέτρον πλέθρον, χωρὶϲ τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτόν ἐϲτι, καὶ τῶν παρὰ τὸ πούϲ ϲυγκειμένων, καὶ ταῦτα γὰρ μακροκαταληκτεῖ εἰϲ ν λήγοντα, οἷον τὸ δίπουν τὸ τρίπουν τὸ τετράπουν καὶ τὸ ἄπουν. πρόϲκειται « ἀπαθέϲ», διὰ τὸ βοῶν τὸ ποιοῦν τὸ χρυϲοῦν τὸ χαλκοῦν, ταῦτα γὰρ ἀπὸ κράϲεωϲ ἔχει τὴν μακράν, καὶ. τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον καὶ τὸ εὐγήρων ἀπὸ τοῦ εὐγήραον· τὸ καρχαρόδουν καὶ τὸ τιμήειν ἀπὸ τοῦ καρχαρόδον καὶ τιμῆεν γέγονε κατὰ πλεοναϲμὸν τὸ μὲν τοῦ υ τὸ δὲ τοῦ ι τὸ ἀξιόχρεων καὶ ἀνάπλεων Ἀττικὴν ἔκταϲιν ἔπαθε τοῦ ο εἰϲ τὸ ω, ἀπὸ τοῦ ἀξιόχρεον καὶ ἀνάπλεον διὰ τοῦ ο. Choer. 378, 21: ὄξιόν ἐϲτι ζητῆϲαι διὰ ποίαν αἰτίαν τὸ πᾶν μακρο καταληκτεῖ. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· κανών ἐϲτιν ὁ λέγων, ὅτι πᾶν οὐδέτερον παρεϲχηματιϲμένον ἀρϲενικῷ θέλει φυλάττειν ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ τὸν τόνον τῆϲ τελευταίαϲ ϲυλλαβῆϲ τοῦ ἀρϲενικοῦ, οἷον καλόϲ καλόν, ϲοφόϲ ϲοφόν, ὀξύϲ ὀξύ, ταχύϲ ταχύ, αὐτάρκὴϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν ἀλλὰ καὶ αὔταρκὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν, κακοήθὴϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν, ἀλλὰ καὶ ἐν τῷ κακόηθὲϲ ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ βαρεῖαν. ϲεϲημείωται τὸ εἰϲ ἕν ἐνταῦθα γὰρ οὐκ ἐφυλάχθη ὁ τόνοϲ τοῦ ἀρϲενικοῦ ἐν τῷ οὐδετέρῳ· l. 12 quae apud Choerob. sequuntur, non mirum esse articulum neutr. cum feminino coniungi, quum dicatur φοίνικι λίνῳ, ἄρωξιν ὅπλοιϲ, μανιάϲι λυϲϲήμαϲι, non ab Herodiano profecta sunt, qui potius ex accusativo generis mascul. vel femin. alterum nominativum neutr. gen. τὸ κρᾶτα fictum esse videtur putasse. l. 30 cf. Dichr. 282, 15 et 290, 6. τὸ μὲν γὰρ εἰϲ περιϲπᾶται, τὸ δὲ ἕν ὀξύνεται, ἐπειδὴ βραχυκαταληκτεῖ· ἐπειδὴ οὖν τὸ πᾶϲ περιϲπᾶται, ἀναγκάζεται καὶ τὸ οὐδέτερον περιϲπαϲθῆναι, ἵνα φυλάξῃ τὸν τόνον τοῦ ἀρϲενικοῦ, περιϲπώμενον δὲ εὐλόγωϲ ἐκτείνει τὸ α, ἐπειδὴ οὐδέποτε περιϲπωμένη οὔτε ἐπάνω βραχείαϲ τίθεται οὕτε ἐπάνω θέϲει μακρᾶϲ, ἀλλ’ ἐπάνω φύϲει μακρᾶϲ, οἷον Ἑρμῆϲ, Ἡρακλῆϲ, παῖϲ. εἰ δέ τιϲ εἴπῃ ὀξυνέϲθω τὰ ἀρϲενικά, ἵνα μὴ ἀναγκαϲθῇ τὸ οὐδέτερον ἐκτεῖναι τὸ α, λέγομεν ὅτι οὐ δύναται τὸ πᾶϲ ὀξύνεϲθαι, ἐπειδὴ ποιεῖ οὐδέτερον παρεϲχηματιϲμένον, οἷον τὸ πᾶν. τὰ γὰρ εἰϲ αϲ ὀξύτονα ἐπ’ ὀνομάτων οὐ ποιεῖ οὐδετέρου παραϲχηματιϲμὸν οἷον Ἀρκάϲ, φυγάϲ, χαλκοκράϲ, γαλακτοκράϲ. « ἐπ’ ὀνομάτων» πρόϲκειται διὰ τὰϲ μετοχὰϲ οἷον ὁ ἱϲτάϲ ἡ ἱϲτᾶϲα τὸ ἱϲτάν, ὁ κιχράϲ ἡ κιχρᾶϲα τὸ κιχράν, ὁ φθάϲ ἡ φθᾶϲα τὸ φθάν, ὁ βάϲ ἡ βᾶϲα τὸ βάν. καὶ ἀποροῦϲι δέ τινεϲ λέγοντεϲ, ποία γὰρ ἀνάγκη ἐϲτὶ ποιεῖν τὸ πᾶϲ τριγένειαν, οἷον ὁ πᾶϲ καὶ ἡ πᾶϲα καὶ τὸ πᾶν, ὅπου τὰ εἰϲ αϲ μονοϲύλλαβα ἔ’ ὀνομάτων οὐ ποιεῖ τριγένειαν, οἷον Πράϲ, Ζάϲ, κράϲ, Χνᾶϲ, Γρᾶϲ. ἔϲτιν οὖν εἰπεῖν τὴν αἰτίαν ταύτην· τὰ εἰϲ αϲ μονοϲύλλαβα ἐπ’ ὀνομάτων διὰ τοῦτο οὐ ποιεῖ τριγένειαν, ἐπειδὴ πᾶν ὄνομα μονοϲύλλαβον εἰϲ αϲ λῆγον ἢ κύριόν ἐϲτιν ἢ προϲηγορικὸν οἷον Πράϲ Πραντόϲ (ἔϲτι δὲ ὄνομα πόλεωϲ), Ζάϲ Ζαντόϲ (ἔϲτι δὲ ὄνομα κύριον ὁ Ζάϲ), ὁ Γρᾶϲ τοῦ Γρᾶ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ Xνᾶϲ τοῦ Xνᾶ (οὕτω δὲ ἐλέγετο ὁ Ἀγήνωρ, ὅθεν καὶ ἡ Φοινίκη Χνᾶ λέγεται), προϲηγορικὸν δὲ τὸ κράϲ κρατόϲ (ϲημαίνει δὲ τὴν κεφαλήν), οὐδέποτε δὲ οὕτε ἀπὸ κυρίων οὔτε ἀπὸ προϲηγορικῶν γίνεται οὐδετέρου παραϲχηματιϲμόϲ, ἤγουν τριγένεια, οἷον Αἴαϲ, Θόαϲ, κοχλίαϲ, λᾶαϲ τὸ δὲ πᾶϲ ἐπίθετόν ἐϲτι καὶ οὐ κωλύεται ποιεῖν τριγένειαν, ἀπὸ γὰρ ἐπιθέτων γίνεται τριγένεια,  οἷον ὁ μέγαϲ ἡ μεγάλη τὸ μέγα, ὁ τάλαϲ ἡ τάλαινα τὸ τάλαν, ὁ ϲοφόϲ ἡ ϲοφή τὸ ϲοφόν, ὁ καλόϲ ἡ καλή τὸ καλόν.