<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="25"><head>Περὶ τῶν εἰϲ ωϲ.</head><p>Choer. 259, 16: ἐπὶ τῶν εἰϲ οϲ καθαρῶν, τῶν διὰ τοῦ α μακροῦ
ἐχόντων τὴν παραλήγουϲαν μακράν, ὑπερβιβαϲμὸν ποιοῦνται τοῦ χρόνου <lb n="15"/>
οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουϲιν εἰϲ τὸ ω, τὴν δὲ
παραλήγουϲαν ϲυϲτέλλουϲιν εἰϲ τὸ ε, οἷον Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ
Ἰόλεωϲ, λαόϲ λεώϲ, ναόϲ νεώϲ. ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλήγουϲαν
μακράν, τὴν δὲ τελευταίαν βραχεῖαν ἐκ τοῦ ἐναντίου ἐποίηϲαν
τὴν μὲν τελευταίαν φύϲει μακράν, τὴν δὲ παραλήγουϲαν ϲυνέϲτειλαν, <lb n="20"/>
ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, οὐκ ἐγένετο
παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ, ἐπειδὴ τὸ α
ϲυνεϲταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβαϲμὸν χρόνου ποιήϲαϲθαι. εἰ
δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ α, οἷον ὡϲ παρὰ
Παρθενίῳ <lb n="25"/>
<lg><l>ἵλαοϲ, ὦ ὑμέναιε,</l></lg>
γίνεται παρὰ τοῖϲ Ἀθηναίοιϲ διὰ τοῦ ε καὶ ω οἶον ἵλεωϲ, λέγομεν
ὅτι τὸ ἵλαοϲ μᾶλλον ἐκτείνει τὸ α (ϲπάνιον γὰρ τὸ ἐν ϲυϲτολῇ ἐϲτιν
εὑριϲκόμενον), καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖϲ Ἀθηναίοιϲ ἵλεωϲ.
ὅτι γὰρ ἐκτείνει τὸ α, ἐδήλωϲε Παρθένιοϲ ἐν τῷ Βίαντι εἰπών <lb n="30"/>
<lg><l>ἵλαοϲ ταύτην δέχνυϲο πυρκαϊήν.</l></lg>
ἔϲτι δὲ ἐλεγεῖον. καὶ ἐν τῷ Εὐφορίωνοϲ Δημοϲθένει ὁμοίωϲ ἐκτεταμένον
εὑρίϲκεται, οἷον
<lg><l>δαίμονοϲ ἱλάοιο.</l></lg>
πρόϲκειται «ἐπὶ τῶν εἰϲ οϲ καθαρόν», ἐπειδή εἰϲί τινα μὴ καθαριεύοντα <lb n="35"/>
καὶ γινόμενα διὰ τοῦ ω παρὰ τοῖϲ Ἀθηναίοιϲ, οἷον ὁ κάλοϲ
ὁ κάλωϲ (ϲημαίνει δὲ τὸν ϲχοῖνον), ὁ Τάλοϲ ὁ Τάλωϲ (ἔϲτι δὲ ὄνομα
κύριον), ὁ ὄρφοϲ ὁ ὀρφῶϲ (ϲημαίνει τὸν ἰχθῦν), τοῦτο δὲ περιϲπᾶται
παρὰ τοῖϲ Ἀθηναίοιϲ, τοῦ παρ’ ἡμῖν, ἤγουν τοῦ κοινοῦ, βαρυνομένου.
<note type="footnote">l. 9 ef. fr. 1</note>

<pb n="626"/>
ἰδοὺ ταῦτα διὰ τοῦ ω γινόμενα Ἀττικῶϲ οὐκ ἐτρέψατο παραλῆγον
φωνῆεν εἰϲ τὸ ἀλλ’ οὐ καθαριεύει.</p><p>Choer. 261, 20: δεῖ δὲ γινώϲκειν ὅτι τὰ πολλὰ εὑρίϲκεται παρὰ
τοῖϲ Ἀθηναίοιϲ εἰϲ ωϲ μὴ ἔχοντα προüποκείμενον κοινόν, οἷον κορώνεωϲ,
<lb n="5"/> φιβάλεωϲ, δαμερίππεωϲ, χελιδώνεωϲ, ἱέρεωϲ. προπαροξύνεται
δὲ ὅλα ταῦτα καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν ὁμοίωϲ τοῖϲ
ἄλλοιϲ Ἀττικοῖϲ.</p></div></div></body></text></TEI>