Περὶ τῶν εἰϲ υϲ. Choer. 62, 24: τὰ εἰϲ υϲ μονοϲύλλαβα περιϲπᾶται καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον μῦϲ μυόϲ, ϲῦϲ ϲυόϲ, δρῦϲ δρυόϲ. Choer. 232, 22: πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ τοῦ Καμμῦ, ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων φημὶ δὴ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, καὶ τὸ ἰξῦϲ παραλόγωϲ περιϲπᾶται.