Περὶ τῶν εἰϲ ιϲ. Choer. 181,15, 182,11: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα μακρὸν ἔχει τὸ ι καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἷον κίϲ κιόϲ, λίϲ λιόϲ. μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. καὶ ἔϲτιν εἰπεῖν ὅτι ἐπειδὴ τοῦτο ϲυϲτέλλει τὸ ι τῶν εἰϲ ιϲ μονοϲυλλάβων ἐκτεινόντων αὐτό, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον διήλλαξε καὶ περὶ τὴν κλίϲιν. Choer.183, 10: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ τίϲ ϲυϲτέλλει τὸ ι καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲιν, ἀϲτείωϲ ἀπολογούμενοϲ, ὅτι διὰ τοῦτο τὸ τίϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ ἡ ϲύντομοϲ τῆϲ πεύϲεωϲ ἀνάκριϲιϲ τὸν μακρὸν χρόνον τοῦ ι παρῃτήϲατο· ὁ γὰρ πυνθανόμενοϲ ἐν ϲυντόμῳ θέλει μαθεῖν καὶ οὐ διὰ μακροῦ χρόνου. ἔϲτι δὲ εἰπεῖν καὶ καταναγκαϲτικὴν ἀπολογίαν τοιαύτην περὶ τοῦ τίϲ, ὅτι ϲυϲτέλλει τὸ ι· ἰϲτέον ὅτι τὸ τίϲ ἀναγκάζεται ἔχειν τριγένειαν, ἐπειδὴ πευϲτικόν ἐϲτι τὰ δὲ πευϲτικὰ ἐν τριγενείᾳ παραλαμβάνεταὶ, οἷον ποῖοϲ ποία ποῖον, πόϲοϲ πόϲη πόϲον, πηλίκοϲ πηλίκη πηλίκον, πόϲτοϲ πόϲτη πόϲτον, ποδαπόϲ ποδαπή ποδαπόν· οὕτωϲ οὖν καὶ ὁ τίϲ, ἡ τίϲ, τὸ τί. τριγένειαν δὲ ἔχον εὐλόγωϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ μέγαϲ τὸ μέγα· οὕτωϲ οὖν καὶ ὁ τίϲ καὶ τὸ τί διὰ ϲυνεϲταλμένου τοῦ ι. ὅθεν τὰ εἰϲ ιϲ τὰ ἔχοντα ἐκτεταμένον τὸ ι οὐ ποιεῖ τριγένειαν, οἷον ὁ τανυκρήπιϲ, ὁ μελαμψήφιϲ. Ἰϲτέον δὲ ὅτι πολλαὶ ἀπορίαι φέρονται περὶ τοῦ τίϲ· ἔχουϲι δὲ οὕτωϲ. εἰ ἄρα τὰ εἰϲ ιϲ τὰ διὰ τοῦ νοϲ κλινόμενα ἅπαντα δικατάληκτά ἐϲτιν, οἷον ἀκτίϲ ἀκτῖνοϲ ἀκτίν, δελφίϲ δελφῖνοϲ δελφίν, Ϲαλαμίϲ Ϲαλαμῖνοϲ Ϲαλαμίν, Ἐλευϲίϲ Ἐλευϲῖνοϲ Ἐλευϲίν, Τελχίϲ Τελχῖνοϲ l. 3 cf. Ιl. Pr. l 605, Μ 201, Io. Al. 8, 30, Arc. 25, 17. l. 20 haec in brevius contracta in Ep. in Psalm. 64, 30 —65, 20. Pertinere videntur ad Herodiani quid τίϲ sit quaestionem : cf. Mon. 19. Τελχίν (Tελχῖνεϲ δέ εἰϲιν δαίμονεϲ οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίϲ ῥινόϲ ῥίν, θίϲ θινόϲ θίν, διατί τὸ τίϲ κλινόμενον διὰ τοῦ νοϲ, οἷον τινόϲ, οὐκ ἔϲτι δικατάληκτον ; ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι πάντα τὰ εἰϲ ιϲ δικατάληκτα μακρὸν ἔχει τὸ ι, οἷον δελφίϲ, Ϲαλαμίϲ, Ἐλευϲίϲ. ἐπειδὴ οὖν τὸ τίϲ οὐκ ἔχει μακρὸν τὸ ι ἀλλὰ βραχύ, εἰκότωϲ οὐκ ἔϲτι δικατάληκτον. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν ἁπάντων ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, μόνον τὸ τίϲ ἀπὸ τοῦ τ ἄρχεται; καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν αἰτίαν ὅτι τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, οἷον τίϲ ἐϲτι Ϲωκράτηϲ, Πλάτων, τὰ δὲ ἄλλα πευϲτικὰ τῶν περὶ τὴν οὐϲίαν ἐϲτὶ ζητητικά, οἷον τὸ ποῖοϲ ποιότητοϲ, τὸ πόϲοϲ ποϲότητοϲ, τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ ποδαπόϲ ἔθνουϲ, τὸ πόϲτοϲ τάξεωϲ. ἐπειδὴ οὖν τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, τῶν ἄλλων ζητητικῶν ὄντων τῶν περὶ τὴν οὐϲίαν, εἰκότωϲ, ὡϲ διαλλάξαν περὶ τὸ ϲημαινόμενον πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ περὶ τὴν ἀρχήν, καὶ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων ἀπὸ τοῦ π ἀρχομένων. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν πάντων εἰϲ οϲ ληγόντων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ μόνον οὐ λήγει εἰϲ οϲ, ἀλλ’ εἰϲ ιϲ; καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην πάντα τὰ πευϲτικὰ ἀπὸ τοῦ π ἄρχεται, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ οὐκ ἄρχεται ἀπὸ τοῦ π ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουϲαν, εἰκότωϲ διήλλαξε καὶ κατὰ τὴν λήγουϲαν, καὶ οὐ λήγει εἰϲ οϲ ἀλλ’ εἰϲ ιϲ, τῶν ἄλλων πευϲτικῶν εἰϲ οϲ ληγόντων. ἄλλωϲ τε δὲ καὶ τὸ ὀφειλόμενον αὐτῷ, λέγω δὴ τὸ οϲ, οἱ Αἰολεῖϲ ἀναπληροῦϲι, τίοϲ λέγοντεϲ, ὡϲ παρὰ Ϲαπφοῖ· τίοιϲιν ὀφθαλμοῖϲιν ἀντὶ τοῦ τίϲι. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν ὑπερβαινόντων τὴν μονοϲυλλαβίαν, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ μονοϲυλλαβεῖ; καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ὅτι τὸ κεχρεωϲτημένον αὐτῷ οἱ Αἰολεῖϲ ἀνεπλήρωϲαν, τίοϲ λέγοντεϲ, ὡϲ παρὰ Ϲαπφοῖ· τίοιϲιν ὀφθαλμοῖϲιν. ἄλλωϲ τε δὲ τὸ τίϲ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων πευϲτικῶν ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, ποδαπόϲ, ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ κατὰ τὴν ποϲότητα τῶν ϲυλλαβῶν, καὶ τῶν ἄλλων ὑπερβαινόντων τὴν μονοϲυλλαβίαν, τοῦτο μονοϲυλλαβεῖ. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε πάντων τῶν πευϲτικῶν μὴ ὄντων ζητητικῶν αὐτῆϲ τῆϲ οὐϲίαϲ, ἀλλὰ τῶν περὶ τὴν οὐϲίαν, οἷον τὸ ποῖοϲ, ποιότητοϲ, τὸ πόϲοϲ, ποϲότητοϲ, τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ πόϲτοϲ τάξεωϲ, τὸ ποδαπόϲ ἔθνουϲ, τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, ἐρωτώμενοι γὰρ τίϲ ἐϲτι, λέγομεν Ϲωκράτηϲ, Πλάτων καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ πευϲτικὰ πάντα ὑπερβαίνει τὴν μονοϲυλλαβίαν, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ δὲ τίϲ μονοϲυλλαβεῖ, ἐπειδὴ διήλλαξε πρὸϲ τὰ ἄλλα περὶ τὴν ποϲότητα τῶν ϲυλλαβῶν, εἰκότωϲ διήλλαξε καὶ περὶ τὸ ϲημαινόμενον.