Περὶ τῶν εἰϲ ηϲ. Choer. 172, 8: τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα εἰϲ ηϲ γινόμενα, ἐὰν μὲν εὑρεθῇ κύρια, δύο ἔχει εὐθείαϲ, μίαν ἐντελῆ καὶ μίαν ϲυνῃρημένην, οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, Ϲοφοκλέηϲ Ϲοφοκλῆϲ, Νικοκλέηϲ Νικοκλῆϲ ἐὰν δὲ ᾖ ἐπίθετα, μίαν ἔχει εὐθεῖαν τὴν ἐντελῆ μόνην, ϲυνῃρημένην δὲ οὐκ ἔχει. οὐδέποτε γὰρ τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ παρὰ τὸ κλέοϲ εἰϲ ηϲ, δηλονότι κύρια μὲν ὄντα, ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν, οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, ἐπίθετα δὲ ὄντα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ δυϲκλεήϲ ἀγακλεήϲ· καὶ ἔϲτιν εἰπεῖν δύο ἀπολογίαϲ, μίαν μὲν ἀπὸ τόνου, ἑτέραν δὲ ἀπὸ κλίϲεωϲ. ἔϲτι δὲ ἡ ἀπὸ τόνου αὕτη οὐδέποτε κρᾶϲιϲ γίνεται ἐπ’ ὀνομάτων βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων, οἷον θοόϲ, ἐνδεήϲ, παμφαήϲ, ἀκραήϲ, ἀνηλεήϲ· ϲεϲημειωμένων τοῦ ζωόϲ ζώϲ καὶ Κιϲϲηΐϲ Κιϲϲῄϲ καὶ Βριϲηΐϲ Βριϲῄϲ καὶ Nηρηΐϲ Νηρῄϲ τὸ δὲ νηλήϲ ἐκ τοῦ νηλεήϲ κατὰ ϲυγκοπήν. τὸ δὲ ἀδελφιδεόϲ ἀδελφιδοῦϲ καὶ θυγατριδεόϲ θυγατριδοῦϲ κρᾶϲιν μὲν ἐδέξατο βαρείαϲ καὶ ὀξείαϲ, ἀλλ’ οὐκ εἰϲ l. 10 cf. Cathol. p. 240, 17. l. 13 hic quoque permulta Byzantinam originem clamant, quae uncis notare longuni est. l. 27 omisi verba καὶ χωρὶϲ τοῦ πούϲ, καὶ τοῦτο γὰρ —κρᾶϲιν ἔπαθε βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνελθουϲῶν. Nam vix credendum est Herodianum sic, ut Choer. 239, 6 πορόϲ ποόϲ πούϲ, ortum hoc vocabulum putasse; Mon. 14, 35 accentum a norma reliquorum εἰϲ ουϲ monosyllaborum circumflexorum aberrantem similitudine participiorum excusat. Porro pro iis quae Choer. l. 30 de νηλήϲ proponit τὸ νηλήϲ οὐκ ἀπὸ τοῦ νηλεήϲ γέγονε κατὰ κρᾶϲιν κτλ. substitui sententiam, quae magis Herodianeam originem prae se fert in Ep. I 296; nam Herod. ap. Are. 196, νηλέα θυμὸν οὐκ ἔϲτι κατὰ κρᾶϲιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸϲ ε. l. 28, de ἀδελ- φιδοῦϲ etc. cf. Cathol. 243, 30. ὀξεῖαν ἀλλ’ εἰϲ περιϲπωμένην· τὸ γὰρ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ περιϲπᾶται. πρόϲκειται «ἐπ’ ὀνομάτων» διὰ τὸ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ. τούτων οὕτωϲ ἐχόντων, τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐὰν ἐπιδέξωνται κρᾶϲιν, μέλλει ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχεϲθαι, κράϲεωϲ οὔϲηϲ, ὅπερ ἐϲτὶν ἄτοπον. πάντα γὰρ τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ. ἡ δὲ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Κιϲϲηΐϲ Κιϲϲῄϲ, Βριϲηΐϲ Βριϲῄϲ. τούτου οὖν χάριν τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, ἵνα, ὡϲ εἴρηται, μὴ εὑρεθῇ κρᾶϲιϲ γινομένη ἐπ’ ὀνομάτων βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων. τὰ γὰρ παρὰ τὸ κλέοϲ ϲύνθετα κύρια διὰ τοῦτο ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, ἐπειδὴ ἐν τῇ ἐντελείᾳ βαρύνεται, οἷον Ἡρακλέηϲ Ϲοφοκλέηϲ Περικλέηϲ, καὶ ϲυναιρούμενα περιϲπᾶται, οἷον Ἡρακλῆϲ Ϲοφοκλῆϲ Περικλῆϲ. ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται, οἷον πάῒϲ παῖϲ, Πηλε Πηλεῖ, εὐϲεβέὰ εὐϲεβῆ. καὶ λοιπὸν οὐκέτι εὑρίϲκεται κρᾶϲιϲ γενομένη ἐπ’ ὀνομάτων βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν, ἀλλὰ τοὐναντίον ὀξείαϲ καὶ βαρείαϲ εἰϲ περιϲπωμένην. αὕτη μὲν οὖν ἐϲτι ἡ ἀπὸ τόνου ἀπολογία ἡ δὲ ἀπὸ κλίϲεώϲ ἐϲτιν αὕτη· τὰ ἐπίθετα παρὰ τὸ κλέοϲ ϲύνθετα, εἰ ϲυνῃρεῖτο κατὰ τὴν εὐθεῖαν, ἤμελλεν ὀξύνεϲθαι, ἐπειδὴ καὶ ἐν τῇ ἐντελείᾳ ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ· ἡ δὲ βαρεῖα κοὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Βριϲηΐϲ Βριϲῄϲ· ὀξυνόμενα δὲ ἤμελλενἐμπίπτειν εἰϲ χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τοϲ κλίϲιν. τὰ εἰϲ ηϲ ὀξυνόμενα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον, μὴ κατὰ ϲυγκοπὴν ὄντα, διὰ τοῦ τοϲ κλίνεται, οἷον ἀβλήϲ ἀβλῆτοϲ, προκλήϲ προκλῆτοϲ, ἡμιθνήϲ ἡμιθνῆτοϲ, ἡμιτρήϲ ἡμιτρῆτοϲ, ἀμφιτρήϲ ἀμφιτρῆτοϲ. πρόϲκειται «μὴ κατὰ ϲυγκοπὴν ὄντα» διὰ τὸ μελαχρήϲ μελαχροῦϲ, τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ ἀπὸ τοῦ μελαχροήϲ γέγονε κατὰ ϲυγκοπήν. τούτῳ οὖν τῷ λόγῳ «εἰ ϲυνῃρεῖτο κατὰ τὴν εὐθεῖαν » τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἤμελλεν διὰ τοῦ τοϲ κλίνεϲθαι, οἷον ἀκλήϲ ἀκλῆτοϲ, δυϲκλήϲ δυϲκλῆτοϲ, ἀγακλήϲ ἀγακλῆτοϲ, ὡϲ ὀξύτονα ὄντα καὶ ἔχοντα ἀμετάβολον πρὸ τοῦ η καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον · ἀλλὰ μὴν διὰ τοῦ τοϲ οὐκ ἠδύνατο κλίνεϲθαι, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον Ἑρμέαϲ Ἑρμέου, Ἑρμῆϲ Ἑρμοῦ, πλόοϲ πλόου, πλοῦϲ πλοῦ, τιμήειϲ τιμήεντοϲ, τιμῆϲ τιμῆντοϲ, δαφνήειϲ δαφνήεντοϲ, δαφνῆϲ δαφνῆντοϲ. εἰ οὖν τὸ ἀκλεήϲ καὶ δυϲκλεήϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, οἷον ἀκλεοῦϲ δυϲκλεοῦϲ ἀγακλεοῦϲ, ἀναγκάζεται καὶ ἐν τῇ ϲυναιρέϲει τὴν αὐτὴν κλίϲιν φυλάξαι. τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ τὴν διὰ τοῦ τοϲ κλίϲιν, τοῦ δὲ ἑτέρου τὴν εἰϲ ουϲ, μένει τὰ ἐπίθετα ἀϲυναίρετα κατὰ τὴν εὐθεῖαν. τούτου οὖν χάριν τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν. τὰ δὲ κύρια οὑκ ἐμπίπτουϲιν εἰϲ χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τοϲ κλίϲιν· ὁ γὰρ κανῶν περὶ ὀξυτόνων ἐϲτὶν ὡϲ εἴρηται. Choer. 243, 24: τὸ τιμῆϲ τιμῆντοϲ γέγονε τοῦτον τὸν τρόπον· ἐϲτι τιμήειϲ, καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ε εἰϲ η γέγονε τιμῆϲ, τοῦ ι ἀποβληθέντοϲ. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ εἰϲ ϲ λήγοντα ἀρϲενικὰ οὐ θέλει ἔχειν ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον Λάχηϲ, Χρύϲηϲ, ἱδρώϲ, κοχλίαϲ· οὕτωϲ οὖν καὶ τὸ τιμῆϲ χωρὶϲ τοῦ ι. πρόϲκειται «κεἰϲ ϲ λήγοντα» διὰ τὸ Θρᾷξ, τοῦτο γὰρ ἔχει τὸ ι ἀνεκφώνητον· ἀλλ’ οὐ λήγει εἰϲ ϲ ἀλλ’ εἰϲ ξ. πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ Κιϲϲηΐϲ Κιϲϲῇϲ, Νηρηΐϲ Νηρῄϲ, Βριϲηΐϲ Βριϲῄϲ, δαΐϲ δᾴϲ ἡ λαμπάϲ· ταῦτα γὰρ εἰϲ τὸ ϲ λήγει καὶ ἔχει τὸ ι ἀνεκφώνητον, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικά, ἀλλὰ θηλυκά. Περὶ τῶν εἰϲ ιϲ. Choer. 181,15, 182,11: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα μακρὸν ἔχει τὸ ι καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἷον κίϲ κιόϲ, λίϲ λιόϲ. μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. καὶ ἔϲτιν εἰπεῖν ὅτι ἐπειδὴ τοῦτο ϲυϲτέλλει τὸ ι τῶν εἰϲ ιϲ μονοϲυλλάβων ἐκτεινόντων αὐτό, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον διήλλαξε καὶ περὶ τὴν κλίϲιν. Choer.183, 10: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ τίϲ ϲυϲτέλλει τὸ ι καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲιν, ἀϲτείωϲ ἀπολογούμενοϲ, ὅτι διὰ τοῦτο τὸ τίϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ ἡ ϲύντομοϲ τῆϲ πεύϲεωϲ ἀνάκριϲιϲ τὸν μακρὸν χρόνον τοῦ ι παρῃτήϲατο· ὁ γὰρ πυνθανόμενοϲ ἐν ϲυντόμῳ θέλει μαθεῖν καὶ οὐ διὰ μακροῦ χρόνου. ἔϲτι δὲ εἰπεῖν καὶ καταναγκαϲτικὴν ἀπολογίαν τοιαύτην περὶ τοῦ τίϲ, ὅτι ϲυϲτέλλει τὸ ι· ἰϲτέον ὅτι τὸ τίϲ ἀναγκάζεται ἔχειν τριγένειαν, ἐπειδὴ πευϲτικόν ἐϲτι τὰ δὲ πευϲτικὰ ἐν τριγενείᾳ παραλαμβάνεταὶ, οἷον ποῖοϲ ποία ποῖον, πόϲοϲ πόϲη πόϲον, πηλίκοϲ πηλίκη πηλίκον, πόϲτοϲ πόϲτη πόϲτον, ποδαπόϲ ποδαπή ποδαπόν· οὕτωϲ οὖν καὶ ὁ τίϲ, ἡ τίϲ, τὸ τί. τριγένειαν δὲ ἔχον εὐλόγωϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ μέγαϲ τὸ μέγα· οὕτωϲ οὖν καὶ ὁ τίϲ καὶ τὸ τί διὰ ϲυνεϲταλμένου τοῦ ι. ὅθεν τὰ εἰϲ ιϲ τὰ ἔχοντα ἐκτεταμένον τὸ ι οὐ ποιεῖ τριγένειαν, οἷον ὁ τανυκρήπιϲ, ὁ μελαμψήφιϲ. Ἰϲτέον δὲ ὅτι πολλαὶ ἀπορίαι φέρονται περὶ τοῦ τίϲ· ἔχουϲι δὲ οὕτωϲ. εἰ ἄρα τὰ εἰϲ ιϲ τὰ διὰ τοῦ νοϲ κλινόμενα ἅπαντα δικατάληκτά ἐϲτιν, οἷον ἀκτίϲ ἀκτῖνοϲ ἀκτίν, δελφίϲ δελφῖνοϲ δελφίν, Ϲαλαμίϲ Ϲαλαμῖνοϲ Ϲαλαμίν, Ἐλευϲίϲ Ἐλευϲῖνοϲ Ἐλευϲίν, Τελχίϲ Τελχῖνοϲ l. 3 cf. Ιl. Pr. l 605, Μ 201, Io. Al. 8, 30, Arc. 25, 17. l. 20 haec in brevius contracta in Ep. in Psalm. 64, 30 —65, 20. Pertinere videntur ad Herodiani quid τίϲ sit quaestionem : cf. Mon. 19. Τελχίν (Tελχῖνεϲ δέ εἰϲιν δαίμονεϲ οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίϲ ῥινόϲ ῥίν, θίϲ θινόϲ θίν, διατί τὸ τίϲ κλινόμενον διὰ τοῦ νοϲ, οἷον τινόϲ, οὐκ ἔϲτι δικατάληκτον ; ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι πάντα τὰ εἰϲ ιϲ δικατάληκτα μακρὸν ἔχει τὸ ι, οἷον δελφίϲ, Ϲαλαμίϲ, Ἐλευϲίϲ. ἐπειδὴ οὖν τὸ τίϲ οὐκ ἔχει μακρὸν τὸ ι ἀλλὰ βραχύ, εἰκότωϲ οὐκ ἔϲτι δικατάληκτον. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν ἁπάντων ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, μόνον τὸ τίϲ ἀπὸ τοῦ τ ἄρχεται; καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν αἰτίαν ὅτι τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, οἷον τίϲ ἐϲτι Ϲωκράτηϲ, Πλάτων, τὰ δὲ ἄλλα πευϲτικὰ τῶν περὶ τὴν οὐϲίαν ἐϲτὶ ζητητικά, οἷον τὸ ποῖοϲ ποιότητοϲ, τὸ πόϲοϲ ποϲότητοϲ, τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ ποδαπόϲ ἔθνουϲ, τὸ πόϲτοϲ τάξεωϲ. ἐπειδὴ οὖν τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, τῶν ἄλλων ζητητικῶν ὄντων τῶν περὶ τὴν οὐϲίαν, εἰκότωϲ, ὡϲ διαλλάξαν περὶ τὸ ϲημαινόμενον πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ περὶ τὴν ἀρχήν, καὶ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων ἀπὸ τοῦ π ἀρχομένων. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν πάντων εἰϲ οϲ ληγόντων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ μόνον οὐ λήγει εἰϲ οϲ, ἀλλ’ εἰϲ ιϲ; καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην πάντα τὰ πευϲτικὰ ἀπὸ τοῦ π ἄρχεται, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ οὐκ ἄρχεται ἀπὸ τοῦ π ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουϲαν, εἰκότωϲ διήλλαξε καὶ κατὰ τὴν λήγουϲαν, καὶ οὐ λήγει εἰϲ οϲ ἀλλ’ εἰϲ ιϲ, τῶν ἄλλων πευϲτικῶν εἰϲ οϲ ληγόντων. ἄλλωϲ τε δὲ καὶ τὸ ὀφειλόμενον αὐτῷ, λέγω δὴ τὸ οϲ, οἱ Αἰολεῖϲ ἀναπληροῦϲι, τίοϲ λέγοντεϲ, ὡϲ παρὰ Ϲαπφοῖ· τίοιϲιν ὀφθαλμοῖϲιν ἀντὶ τοῦ τίϲι. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν ὑπερβαινόντων τὴν μονοϲυλλαβίαν, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ μονοϲυλλαβεῖ; καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ὅτι τὸ κεχρεωϲτημένον αὐτῷ οἱ Αἰολεῖϲ ἀνεπλήρωϲαν, τίοϲ λέγοντεϲ, ὡϲ παρὰ Ϲαπφοῖ· τίοιϲιν ὀφθαλμοῖϲιν. ἄλλωϲ τε δὲ τὸ τίϲ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων πευϲτικῶν ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, ποδαπόϲ, ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ κατὰ τὴν ποϲότητα τῶν ϲυλλαβῶν, καὶ τῶν ἄλλων ὑπερβαινόντων τὴν μονοϲυλλαβίαν, τοῦτο μονοϲυλλαβεῖ. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε πάντων τῶν πευϲτικῶν μὴ ὄντων ζητητικῶν αὐτῆϲ τῆϲ οὐϲίαϲ, ἀλλὰ τῶν περὶ τὴν οὐϲίαν, οἷον τὸ ποῖοϲ, ποιότητοϲ, τὸ πόϲοϲ, ποϲότητοϲ, τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ πόϲτοϲ τάξεωϲ, τὸ ποδαπόϲ ἔθνουϲ, τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, ἐρωτώμενοι γὰρ τίϲ ἐϲτι, λέγομεν Ϲωκράτηϲ, Πλάτων καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ πευϲτικὰ πάντα ὑπερβαίνει τὴν μονοϲυλλαβίαν, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ δὲ τίϲ μονοϲυλλαβεῖ, ἐπειδὴ διήλλαξε πρὸϲ τὰ ἄλλα περὶ τὴν ποϲότητα τῶν ϲυλλαβῶν, εἰκότωϲ διήλλαξε καὶ περὶ τὸ ϲημαινόμενον. Περὶ τῶν εἰϲ ουϲ. Choer. 244, 5: τὸ πλακοῦϲ πλακοῦντοϲ καὶ Ϲιμοῦϲ Ϲιμοῦντοϲ γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι πλακόειϲ πλακόεντοϲ, καὶ Ϲιμόειϲ Ϲιμόεντοϲ, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ο εἰϲ τὴν ου δίφθογγον γίνεται πλακοῦϲ καὶ Ϲιμοῦϲ, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ δύναται τρία φωνήεντα ἐν μιᾷ ϲυλλαβῇ παραλαμβάνεϲθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται l ἐπιφερόμενον, ἀλλὰ φωνῆεν· οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγοϲ, εὑρίϲκετο μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. τὸ δὲ υ οὐκ ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τιϲ ὅτι τὸ ο καὶ ε εἰϲ τὴν οι δίφθογγον κίρναται· τὸ γὰρ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον κίρναται, οἷον, τὸ ἐμόν τοὐμόν, πρόεϲτι προὔϲτι, προέβη προὔβη. ἐξ ἀνάγκηϲ οὖν ἀπεβλήθη τὸ ι, καὶ ἔμεινεν ἡ ου δίφθογγοϲ. Choer. 244, 21: ἄξιον  δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ πλόοϲ γίνεται πλοῦϲ κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον, καὶ ἀπὸ τοῦ νόοϲ νοῦϲ, καὶ ἀπὸ τοῦ ῥόοϲ ῥοῦϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόοϲ καὶ θοόϲ γίνεται κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον γοῦϲ καὶ θοῦϲ. καὶ περὶ μὲν τοῦ γόοϲ ἔϲτιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τῶν ἄλλων μὴ ἐχόντων, οἷον πλόοϲ πλέω πλέειϲ, ῥόοϲ ῥέω ῥέειϲ, νόοϲ νέω νέειϲ, θρόοϲ θροῶ  θροεῖϲ (leg. θρέω θρέειϲ). ἐπειδὴ γοῦν τὸ γόοϲ ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, γοῶ γὰρ γοᾷϲ, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ διὰ τοῦ οοϲ, παρήλλαξε καὶ κατὰ τὸ μὴ κίρναϲθαι. περὶ δὲ τοῦ θοόϲ, ὅτι ἐπειδὴ τῶν διὰ τοῦ οοϲ διϲυλλάβων πάντων βαρυνομένων οἷον πλόοϲ, ῥόοϲ, θρόοϲ, γόοϲ, νόοϲ, τὸ θοόϲ μόνον ὀξύνεται, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶϲιν, καὶ οὐ κίρναται ὁμοίωϲ τοῖϲ ἄλλοιϲ ἄλλωϲ τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται· ἐν γὰρ τῇ ϲυνθέϲει κίρναται, ἐπειδὴ καὶ βαρύνεται, οἷον Πάνθοοϲ Πάνθουϲ. Choer. 245, 13: ὅϲα ἔϲτιν εἰϲ πλουϲ λήγοντα, ἀπὸ ϲυναιρέϲεώϲ ἐϲτιν, οἷον διπλοῦϲ, τριπλοῦϲ, ἀπὸ γὰρ τοῦ διπλόοϲ καὶ τριπλόοϲ ἐγένετο, καὶ τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον διπλόοϲ διδιπλόου, l. 5 hie alicubi commemoratum fuit etiam Ἱεριχοῦϲ ἡ γενικὴ Ἱεριχοῦντοϲ λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ· εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆϲ Ἱεριχώ St. B. l. 35 cf. Lob. El. I 44; do syncope adverbiorum in κιϲ exeuntium in compositione ef. Ε. M. 767, 25, E. Gud. 231, 47. διπλόου, διπλοῦϲ διπλοῦ, τριπλόοϲ τριπλόου, τριπλοῦϲ τριπλοῦ. ταῦτα δὲ ἁπλᾶ ἐϲτι καὶ οὐ ϲύνθετα, ὥϲπερ ὑπενόηϲάν τινεϲ. πρῶτον μὲν γὰρ τὸ διπλοῦϲ καὶ τριπλοῦϲ οὐδὲν ἐφύλαξε τοῦ ϲημαινομένου τοῦ πλοῦϲ, ἵνα εἴπωμεν αὐτὰ ϲύνθετα ἐξ αὐτοῦ· δεύτερον δέ, εἰ ἦν ϲύνθετα, ἤμελλε βαρυτονεῖϲθαι. ἔχομεν γὰρ ὅτι τὰ εἰϲ ουϲ ὀνόματα ἁπλᾶ μὲν ὄντα περιϲπᾶται, οἷον βοῦϲ, νοῦϲ, πλοῦϲ, χροῦϲ, θροῦϲ, θυγατριδοῦϲ, ἀδελφιδοῦϲ, χαλκοῦϲ, χρυϲοῦϲ, πλακοῦϲ, Ϲιμοῦϲ, χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ, ταῦτα γὰρ ὀξύνεται· ϲύνθετα δὲ ὄντα βαρύνεται, οἷον εὔπλουϲ, εὔχρουϲ, Ἀλκίνουϲ. εἰ ἄρα οὖν τὸ διπλοῦϲ καὶ τριπλοῦϲ οὐ βαρύνεται, ἀλλὰ περιϲπᾶται, δηλονότι οὐκ ἔϲτι ϲύνθετα ἀλλ’ ἁπλᾶ. τρίτον δέ, εἰ ἦν ϲύνθετα, κοινὰ ἤμελλεν εἶναι τῷ γένει, ὥϲπερ ὁ εὔνουϲ καὶ ἡ εὔνουϲ, ὁ εὔπλουϲ καὶ ἡ εὔπλουϲ, ὁ εὔχρουϲ καὶ ἡ εὔχρουϲ· νυνὶ δὲ τὸ θηλυκὸν λέγομεν ἡ διπλῆ καὶ τριπλῆ (Ιl. Α 128) τριπλῇ τετραπλῇ τ’ ἀποτίϲομεν, ὥϲπερ ὁ χαλκοῦϲ καὶ ἡ χαλκῆ, ὁ χρυϲοῦϲ καὶ ἡ χρυϲῆ, δηλονότι οὐκ ἔϲτι ϲύνθετα, ἀλλ’ ἁπλᾶ παραγωγά· παρὰ γὰρ τοῦ δίϲ παρήχθη τὸ διπλόοϲ, καὶ ἀπὸ τοῦ τρίϲ τριπλόοϲ καὶ ἀπὸ τοῦ τετράκιϲ τετραπλόοϲ, καὶ ἀπὸ τοῦ πεντάκιϲ πενταπλόοϲ, ϲυγκοπῆϲ γενομένηϲ τῆϲ κιϲ ϲυλλαβῆϲ· καὶ ἐπὶ τῶν ἑξῆϲ ὁμοίωϲ. καὶ τὸ ἁπλόοϲ δὲ ἀπὸ τοῦ ἅπαξ παρήχθη. Choer. 246, 5: τὰ εἰϲ δουϲ λήγοντα, οἷον ἀδελφιδοῦϲ θυγατριδοῦϲ γέγονε κατὰ κρᾶϲιν. οὐδὲ δυνάμεθα λέγειν ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ  καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν ὁ Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ δύναται διάλυϲιν ἀναδέξαϲθαι καὶ ποιῆϲαι τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ. πρὸϲ δὲ τοὺϲ λέγονταϲ ὅτι εἰ ἐγένετο τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ ὤφειλεν ὀξύνεϲθαι, λέγομεν ὅτι πρὸϲ τὸν χαρακτῆρα περιϲπᾶται. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, καὶ ἢ βαρύνεται ἢ περιϲπᾶται. καὶ περιϲπᾶται μέν, ἡνίκα ᾖ ἁπλᾶ, οἷον βοῦϲ, νοῦϲ, χροῦϲ, χαλκοῦϲ, οὖϲ, διπλοῦϲ, τριπλοῦϲ, ἁπλοῦϲ, Ϲιμοῦϲ, πλακοῦϲ, χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ· ταῦτα γὰρ ὀξύνεται· βαρύνεται δέ, ἡνίκα ᾖ ϲύνθετα, οἷον εὔχρουϲ, εὔπλουϲ, Ἀλκίνουϲ, Οἰδίπουϲ. ἐπειδὴ οὖν τὸ θυγατριδοῦϲ καὶ ἀδελφιδοῦϲ ἁπλᾶ ἐϲτιν, εὐλόγωϲ περιϲπᾶται. Choer. 239, 33: ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ουϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα οὐδέποτε ϲυντίθεται, οἷον χαλκοῦϲ, χρυϲοῦϲ, Ϲιμοῦϲ, γλαυκοῦϲ (leg. πλακοῦϲ), διατί τὸ ὀδούϲ ϲυντίθεται, ὡϲ ἐν τῷ τριόδουϲ κυνόδουϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ ουϲ l. 22 cf. fr. 12. ὀνόματα οὐδέποτε ὀξύνεται, ἀλλ’ ἢ βαρύνεται, ἢ περιϲπᾶται. ἐπειδὴ οὖν τὸ ὀδούϲ παραλόγωϲ ὀξύνεται, τούτου χάριν ϲυντίθεται, ἵνα διὰ τῆϲ ϲυνθέϲεωϲ βαρυνθῇ καὶ φύγῃ τὴν παράλογον τάϲιν, λέγω δὴ τὴν ὀξεῖαν, οἷον τριόδουϲ κυνόδουϲ. Περὶ τῶν εἰϲ υϲ. Choer. 62, 24: τὰ εἰϲ υϲ μονοϲύλλαβα περιϲπᾶται καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον μῦϲ μυόϲ, ϲῦϲ ϲυόϲ, δρῦϲ δρυόϲ. Choer. 232, 22: πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ τοῦ Καμμῦ, ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων φημὶ δὴ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, καὶ τὸ ἰξῦϲ παραλόγωϲ περιϲπᾶται. Περὶ τῶν εἰϲ ωϲ. Choer. 259, 16: ἐπὶ τῶν εἰϲ οϲ καθαρῶν, τῶν διὰ τοῦ α μακροῦ ἐχόντων τὴν παραλήγουϲαν μακράν, ὑπερβιβαϲμὸν ποιοῦνται τοῦ χρόνου οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουϲιν εἰϲ τὸ ω, τὴν δὲ παραλήγουϲαν ϲυϲτέλλουϲιν εἰϲ τὸ ε, οἷον Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ Ἰόλεωϲ, λαόϲ λεώϲ, ναόϲ νεώϲ. ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλήγουϲαν μακράν, τὴν δὲ τελευταίαν βραχεῖαν ἐκ τοῦ ἐναντίου ἐποίηϲαν τὴν μὲν τελευταίαν φύϲει μακράν, τὴν δὲ παραλήγουϲαν ϲυνέϲτειλαν, ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, οὐκ ἐγένετο παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ, ἐπειδὴ τὸ α ϲυνεϲταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβαϲμὸν χρόνου ποιήϲαϲθαι. εἰ δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ α, οἷον ὡϲ παρὰ Παρθενίῳ ἵλαοϲ, ὦ ὑμέναιε, γίνεται παρὰ τοῖϲ Ἀθηναίοιϲ διὰ τοῦ ε καὶ ω οἶον ἵλεωϲ, λέγομεν ὅτι τὸ ἵλαοϲ μᾶλλον ἐκτείνει τὸ α (ϲπάνιον γὰρ τὸ ἐν ϲυϲτολῇ ἐϲτιν εὑριϲκόμενον), καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖϲ Ἀθηναίοιϲ ἵλεωϲ. ὅτι γὰρ ἐκτείνει τὸ α, ἐδήλωϲε Παρθένιοϲ ἐν τῷ Βίαντι εἰπών ἵλαοϲ ταύτην δέχνυϲο πυρκαϊήν. ἔϲτι δὲ ἐλεγεῖον. καὶ ἐν τῷ Εὐφορίωνοϲ Δημοϲθένει ὁμοίωϲ ἐκτεταμένον εὑρίϲκεται, οἷον δαίμονοϲ ἱλάοιο. πρόϲκειται «ἐπὶ τῶν εἰϲ οϲ καθαρόν», ἐπειδή εἰϲί τινα μὴ καθαριεύοντα καὶ γινόμενα διὰ τοῦ ω παρὰ τοῖϲ Ἀθηναίοιϲ, οἷον ὁ κάλοϲ ὁ κάλωϲ (ϲημαίνει δὲ τὸν ϲχοῖνον), ὁ Τάλοϲ ὁ Τάλωϲ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ ὄρφοϲ ὁ ὀρφῶϲ (ϲημαίνει τὸν ἰχθῦν), τοῦτο δὲ περιϲπᾶται παρὰ τοῖϲ Ἀθηναίοιϲ, τοῦ παρ’ ἡμῖν, ἤγουν τοῦ κοινοῦ, βαρυνομένου. l. 9 ef. fr. 1 ἰδοὺ ταῦτα διὰ τοῦ ω γινόμενα Ἀττικῶϲ οὐκ ἐτρέψατο παραλῆγον φωνῆεν εἰϲ τὸ ἀλλ’ οὐ καθαριεύει. Choer. 261, 20: δεῖ δὲ γινώϲκειν ὅτι τὰ πολλὰ εὑρίϲκεται παρὰ τοῖϲ Ἀθηναίοιϲ εἰϲ ωϲ μὴ ἔχοντα προüποκείμενον κοινόν, οἷον κορώνεωϲ, φιβάλεωϲ, δαμερίππεωϲ, χελιδώνεωϲ, ἱέρεωϲ. προπαροξύνεται δὲ ὅλα ταῦτα καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν ὁμοίωϲ τοῖϲ ἄλλοιϲ Ἀττικοῖϲ.