<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg012.1st1K-grc1"><div type="textpart" subtype="section" n="18"><head>Περὶ τῶν εἰϲ αϲ.</head><p>Choer. 93, 12: τὰ εἰϲ αϲ βαρύτονα ἀρϲενικὰ μακρὸν ἔχει τὸ α,
οἶον Θόαϲ, Δρύαϲ, Αἴαϲ, Κάλχαϲ, γίγαϲ, κοχλίαϲ, Αἰνείαϲ, Ἑρμείαϲ,
Παπίαϲ. πρόϲκειται « βαρύτονα» διὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ· ταῦτα γὰρ
ϲυνεϲταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτι βαρύτονα, ἀλλ’ ὀξύτονα.
<lb n="20"/> πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ κρέαϲ. τοῦτο γὰρ βαρύτονον ὂν ϲυνεϲταλμένον
ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. δεῖ
προϲθεῖναι, χωρὶϲ τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ, ὅπερ ϲημαίνει τὸν λίθον,
καὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α.
τὰ γὰρ κύρια, φημὶ δὴ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Μέγαϲ τὸ κύριον, καὶ
<lb n="25"/> ἐκτεταμένον ἔχει τὸ α καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν, οἷον
ὁ Λάαϲ τοῦ Λάα καὶ ὁ Μέγαϲ τοῦ Μέγα, τὸ δὲ λᾶαϲ τὸ προϲηγορικὸν
καὶ τὸ μέγαϲ ἐπίθετον καὶ ϲυνεϲταλμένον ἔχει τὸ α καὶ διὰ καθαροῦ
οϲ κλίνεται, οἷον ὁ λᾶαϲ τοῦ λάαοϲ, καὶ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ
ἓν μακρὸν τοῦ λᾶοϲ,
<lg><lb n="30"/><l>λᾶοϲ ὑπὸ ῥιπῆϲ (Μ 462).</l></lg>
καὶ πάλιν ὁ μέγαϲ τοῦ μέγαοϲ, ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλιτόϲ ἐϲτιν,
ὡϲ ἀπὸ τῆϲ μεγάλοϲ εὐθείαϲ, ἑξῆϲ καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ
μεγάλοι.</p><note type="footnote">1. 5 in his omisi quae ab Eustathio inserta videntur. 1. 16 concinunt haec.
fere cum Dichr. 283, 11, ad quem l. ef. Lehrsium et quem citat, Ahrens. de dial.</note><pb n="617"/><p>Καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὸ λᾶαϲ τὸ προϲηγορικὸν
καὶ τὸ μέγαϲ τὸ ἐπίθετον ϲυνεϲταλμένον ἔχει τὸ α. καὶ περὶ μὲν
τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ εἰϲ αϲ
καθαρὸν ὀνόματα διϲύλλαβα ἀρϲενικὰ οὐδέποτέ ἐϲτι προϲηγορικά, ἀλλ’
ἢ κύρια, ὡϲ τὸ Δρύαϲ, Θόαϲ, Αἴαϲ, ἢ ἐθνικά, ὡϲ τὸ Ὕαϲ Ὕαντοϲ <lb n="5"/>
(Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν) ἢ ἐπίθετον , ὡϲ
τὸ Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετόν ἐϲτι τοῦ Διονύϲου). ἐπεὶ οὖν
τὸ λᾶαϲ προϲηγορικόν ἐϲτι, τὸν γὰρ λίθον ϲημαίνει, εἰκότωϲ ὡϲ διήλλαξε
περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. πρόϲκειται ἐν
τῷ κανόνι «καθαρὸν» διὰ τὸ γίγαϲ· τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, <lb n="10"/>
ἀλλ’ οὐκ ἔϲτι καθαρόν. πρόϲκειται « διϲύλλαβα», διὰ τὸ κοχλίαϲ, καὶ
τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτι διϲύλλαβον. πρόϲκειται
«ἀρϲενικὸν» διὰ τὸ κρέαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’
οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. περὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου
ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὸ <lb n="15"/>
οὐδέτερον, οἷον τὸ μέγα, καὶ καθόλου δὲ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου
ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει
τὸ δίχρονον, οἷον ὁ ὀξύϲ τὸ ὀξύ, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ,
ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ ἄχαριϲ τὸ
ἄχαρι, ὁ τίϲ τὸ τί οὕτωϲ οὖν καὶ ὁ μέγαϲ τὸ μέγα.</p><lb n="20"/><p>Ἰϲτέον δὲ ὅτι οὐ μόνον τὸ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ
τὸ ἐπίθετον ϲημειούμεθα ἔχειν τὸ α ϲυνεϲταλμένον, ἀλλὰ καὶ τὸ Αἴαϲ
τὸ παρ’ Ἀλκμᾶνι ἔχομεν ϲεϲημειωμένον ὡϲ ϲυϲτέλλον τὸ α, ἐκεῖνοϲ
γὰρ ϲυνέϲτειλεν αὐτὸ εἰπών
<lg><l>δουρὶ δὲ ξυϲτῷ μέμηνεν Αἶαϲ αἵματά τε μέμνων. (leg. αἱματᾷ τε</l><lb n="25"/><l rend="indent">μίμνων.)</l></lg>
ἔϲτι δὲ τροχαικὸν τὸ μέτρον, καὶ μετρεῖται οὕτωϲ· δουρὶ δὲ ξυϲτῷ
μέμηνεν |Αἶαϲ αἵμα |τά τε | μέμνων. ἐν τῇ πέμπτῃ γὰρ χώρᾳ κεῖται,
ἐν ἡ οὐ τίθεται ϲπονδεῖοϲ ἐν τροχαικῷ μέτρῳ. ἔϲτι δὲ καὶ ἄλλα τινὰ
Δωρικὰ ϲυϲτέλλοντα τὸ α· παρ’ Ἡϲιόδῳ (Theog. 521) <lb n="30"/>
<lg><l>δῆϲαϲ ἀλυκτοπέδῃϲι Προμηθέα</l></lg>
καὶ παρὰ τῷ Ῥιανῷ «λίθοϲ μέλαϲ ».</p><p>Choer. 97, 32: οὐκ ἔϲτι τὰ εἰϲ αϲ ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν
μόνωϲ ἀρϲενικά, ἀλλ’ ἢ μόνωϲ θηλυκὰ ὡϲ ἐπὶ τοῦ ἡ τριάϲ, ἢ κοινὰ
τῷ γένει ὡϲ ὁ φυγάϲ καὶ ἡ φυγάϲ, ὁ Ἀρκάϲ καὶ ἡ Ἀρκάϲ, ὑπεϲταλμένου <lb n="35"/>
τοῦ ἀνδριάϲ ἀνδριάντοϲ, καὶ ἱμάϲ ἱμάντοϲ, ἅτινα καὶ παραλόγωϲ
ὀξύνεται. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ ὁ Ζάϲ καὶ ὁ
Φθάϲ, ταῦτα γὰρ ἀρϲενικὰ μόνα ἐϲτὶν ὀξύτονα, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ
μίαν ϲυλλαβὴν ἀλλὰ μονοϲύλλαβα.</p><note type="footnote">Dor. p. 173. l. 25 corr. Meinekius ad Theocr. Id. II 4. — Multa in hae et insequentibus
paginis Byxantinum doctorem produnt: velut puerilia illa l. 27—29 Herodiani
non esse patet. l. 32 Ῥιανῷ pro Ἀριανῷ Bekkerus restituit et idem μέλαϲ
pro μέγαϲ. De Rhiano cf. Mein. Anall. Alex. p. 203. l. 38 substitui Φθάϲ pro Πράϲ,
quum in Onomatico Herodianum Πρᾶϲ perispomenos pronuntiasse sciamus cf. fr. 3.</note><pb n="618"/><p>Choer. 98, 16: δεῖ δὲ γινώϲκειν ὅτι οἱ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ
λέγουϲι καὶ τὸ μέλαϲ μέλαιϲ καὶ τὸ Θόαϲ Θόαιϲ, προϲτιθέντεϲ τὸ ι, τὸ
δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὑρίϲκετο
γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ, καὶ ἐκ τούτου κακόφωνοϲ
<lb n="5"/> ἐγένετο ἡ λέξιϲ.</p><p>St. B. 603, 2: οὐδὲν εἰϲ ραϲ θηλυκὸν εὑρίϲκεται· τὸ δὲ Τάραϲ
εὕρηται καὶ θηλυκῶϲ.</p></div><div type="textpart" subtype="section" n="19"><head>Περὶ τῶν εἰϲ ειϲ.</head><p>Choer. 203, 22: τὰ εἰϲ ειϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα
<lb n="10"/> κοινολεκτούμενα καθαρὰν θέλει ἔχειν τὴν ει δίφθογγον, τουτέϲτι μὴ
ἔχουϲαν ϲύμφωνον προηγούμενον, οἷον χαρίειϲ, ἀνεμόειϲ, ὑδατόειϲ,
τιμήειϲ, δαφνήειϲ, ἀϲτερόειϲ, φθογγήειϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν»
διὰ τὸ κτείϲ μονοϲύλλαβον. πρόϲκειται «ὀνόματα» διὰ τὸ
τυφθείϲ καὶ δαρείϲ μετοχάϲ. πρόϲκειται «κοινολεκτούμενα », ἐπειδὴ τὸ
<lb n="15"/> Λάχηϲ καὶ τὸ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου προφέρονται,
Λάχειϲ καὶ πένειϲ λέγοντεϲ· καὶ ἰδοὺ ταῦτα ἔχει πρὸ τῆϲ ει διφθόγγου
ϲύμφωνον, ἀλλ’ οὐκ ἔϲτι κοινολεκτούμενα. οὐ θέλει δὲ παραλήγεϲθαι
τῷ ι, ἀλλ’ ἢ τῷ η, ὡϲ ἐπὶ τοῦ τιμήειϲ ἑρϲήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν
τῷ ε ἠχέειϲ βρωμέειϲ, ἢ τῷ ο, ὡϲ ἐπὶ τοῦ ἀνεμόειϲ δροϲόειϲ, ἢ
<lb n="20"/> τῷ α, ὡϲ ἐπὶ τοῦ ϲκιάειϲ, ἢ τῷ ω, ὡϲ ἐπὶ τοῦ κητώειϲ ἐρώειϲ, ὅθεν
τὸ χαριτόειϲ ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ παραληγομένου τῷ ι. καὶ
ἐξ ἄλλου δὲ κανόνοϲ δείκνυται τὸ χαριτόειϲ ἀναλογώτερον τοῦ χαρίειϲ·
τὰ γὰρ εἰϲ ειϲ λήγοντα ἔχοντα θηλυκὰ ἀποβολῇ τῆϲ ει διφθόγγου ὡϲ
ἐπὶ τὸ πλεῖϲτον τὴν γενικὴν τοῦ θηλυκοῦ ἀποτελεῖ, οὐ μὴν τὴν
<lb n="25"/> εὐθεῖαν, οἷον, δαφνήειϲ δάφνηϲ, ἡ δάφνη γὰρ τῆϲ δάφνηϲ, τιμήειϲ τιμῆϲ,
ἡ τιμή τῇϲ τιμῆϲ, φθογγήειϲ φθογγῆϲ, ἡ φθογγή τῆϲ φθογγῆϲ,
αὐδήειϲ αὐδῆϲ, ἡ αὐδή τῆϲ αὐδῆϲ, λαχνήειϲ λάχνηϲ, ἡ λάχνη τῆϲ
λάχνηϲ, φωνήειϲ φωνῆϲ, ἡ φωνή τῆϲ φωνῆϲ, ϲκιάειϲ ϲκιᾶϲ, ἡ ϲκιά γὰρ
τῆϲ ϲκιᾶϲ τὸ γὰρ ϲκιόειϲ ἀπὸ τοῦ ϲκιάειϲ ἐγένετο κατὰ τροπὴν τοῦ α
<lb n="30"/> εἰϲ τὸ ο. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον», διὰ τὸ δροϲόειϲ δρόϲοϲ,
τοῦτο γὰρ τὴν εὐθεῖαν τοῦ θηλυκοῦ ἐποίηϲεν, οὐ μὴν τὴν γενικήν.
τὸ ἀνεμόειϲ τὴν ἄνεμοϲ εὐθεῖαν ποιοῦν καὶ οὐ τὴν γενικὴν οὐκ ἀντίκειται
ἡμῖν, ἐπειδὴ οὐ ποιεῖ θηλυκόν, ἀλλ’ ἀρϲενικόν· εἰ ἄρα οὖν
τὸ μὲν χαριτόειϲ ἀποβολῇ τῆϲ ει διφθόγγου τὴν γενικὴν τοῦ θηλυκοῦ
<lb n="35"/> ποιεῖ, τὸ δὲ χαρίειϲ ἀποβάλλον τὴν ει δίφθογγον οὐ ποιεῖ τὴν
γενικὴν τοῦ θηλυκοῦ, ἀλλὰ τὴν εὐθεῖαν, χάριϲ γάρ, δηλονότι τὸ
<note type="footnote">l. 1 cf. E. M. 575, 53 maxime V. Quamquam Lob. Parall. 21 docet cpalleliam
diphthongi αι Graecis non absonam fuisse, tamen non dubitandum est,
quin hoc adnotamentum ab Herodiano profectum sit, qui etiam in aliis, quae
Lobeck. reprobavit, cacopboniam detexit cf. Ahrens de dial. Aeol. p. 70.
l. 18 verba ἢ κατὰ ϲυϲτολὴν — βρωμέειϲ addidi ex Mon. 14, 19, cf. praeterea
Ep. Cr. I 12 et 408.</note>

<pb n="619"/>
χαριτόειϲ ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ. παραφυλαττόμεθα δὲ παρὰ
τῷ ΤΠινδάρῳ (Ol. 5, 54) τὴν αἰτιατικὴν λεγομένην ὑγίεντα, ὡϲ ἀπὸ
εὐθείαϲ γάρ ἐϲτι παραληγομένηϲ οἷον τῷ ἰῶτα, ὡϲ ἀπὸ τοῦ ὑγίειϲ.</p><p>Choer. 132, 11: πολλάκιϲ οἱ Δωριεῖϲ τῶν εἰϲ ειϲ τῶν διὰ τῆϲ ει
διφθόγγου ἀποβάλλουϲι τὸ ι, οΐον χαρίειϲ χαρίεϲ, τιμήειϲ τιμήεϲ, Μαλόειϲ. <lb n="5"/>
Μαλόεϲ· τοιοῦτο γάρ ἐϲτι καὶ παρὰ Καλλιμάχῳ,
<lg><l>ὁ δὲ ἀείδων Μαλόεϲ ἦλθε χορόϲ,</l></lg>
ἀντὶ τοῦ Μαλόειϲ. Μαλόειϲ ἐϲτὶν ὁ Λέϲβιοϲ.</p></div><div type="textpart" subtype="section" n="20"><head>Περὶ τῶν εἰϲ ευϲ.</head><p>Choer. 209, 3: τὰ εἰϲ ευϲ λήγοντα ὀνόματα ἀρϲενικὰ εἴτε μονοϲύλλαβα <lb n="10"/>
εἴτε ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ὀξύτονά ἐϲτιν.</p></div><div type="textpart" subtype="section" n="21"><head>Περὶ τῶν εἰϲ ηϲ.</head><p>Choer. 172, 8: τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα εἰϲ ηϲ γινόμενα, ἐὰν
μὲν εὑρεθῇ κύρια, δύο ἔχει εὐθείαϲ, μίαν ἐντελῆ καὶ μίαν ϲυνῃρημένην,
οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, Ϲοφοκλέηϲ <lb n="15"/>
Ϲοφοκλῆϲ, Νικοκλέηϲ Νικοκλῆϲ ἐὰν δὲ ᾖ ἐπίθετα, μίαν ἔχει εὐθεῖαν
τὴν ἐντελῆ μόνην, ϲυνῃρημένην δὲ οὐκ ἔχει. οὐδέποτε γὰρ τὰ
παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον
ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ παρὰ
τὸ κλέοϲ εἰϲ ηϲ, δηλονότι κύρια μὲν ὄντα, ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν, <lb n="20"/>
οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, ἐπίθετα δὲ ὄντα
οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ δυϲκλεήϲ ἀγακλεήϲ·
καὶ ἔϲτιν εἰπεῖν δύο ἀπολογίαϲ, μίαν μὲν ἀπὸ τόνου, ἑτέραν δὲ ἀπὸ
κλίϲεωϲ. ἔϲτι δὲ ἡ ἀπὸ τόνου αὕτη οὐδέποτε κρᾶϲιϲ γίνεται ἐπ’ ὀνομάτων
βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων, οἷον θοόϲ, ἐνδεήϲ, <lb n="25"/>
παμφαήϲ, ἀκραήϲ, ἀνηλεήϲ· ϲεϲημειωμένων τοῦ ζωόϲ ζώϲ καὶ Κιϲϲηΐϲ
Κιϲϲῄϲ καὶ Βριϲηΐϲ Βριϲῄϲ καὶ Nηρηΐϲ Νηρῄϲ τὸ δὲ νηλήϲ ἐκ τοῦ νηλεήϲ
κατὰ ϲυγκοπήν. τὸ δὲ ἀδελφιδεόϲ ἀδελφιδοῦϲ καὶ θυγατριδεόϲ
θυγατριδοῦϲ κρᾶϲιν μὲν ἐδέξατο βαρείαϲ καὶ ὀξείαϲ, ἀλλ’ οὐκ εἰϲ
<note type="footnote">l. 10 cf. Cathol. p. 240, 17. l. 13 hic quoque permulta Byzantinam originem
clamant, quae uncis notare longuni est. l. 27 omisi verba καὶ χωρὶϲ
τοῦ πούϲ, καὶ τοῦτο γὰρ —κρᾶϲιν ἔπαθε βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνελθουϲῶν.
Nam vix credendum est Herodianum sic, ut Choer. 239, 6 πορόϲ ποόϲ
πούϲ, ortum hoc vocabulum putasse; Mon. 14, 35 accentum a norma reliquorum
εἰϲ ουϲ monosyllaborum circumflexorum aberrantem similitudine participiorum
excusat. Porro pro iis quae Choer. l. 30 de νηλήϲ proponit τὸ νηλήϲ οὐκ ἀπὸ
τοῦ νηλεήϲ γέγονε κατὰ κρᾶϲιν κτλ. substitui sententiam, quae magis Herodianeam
originem prae se fert in Ep. I 296; nam Herod. ap. Are. 196, νηλέα
θυμὸν οὐκ ἔϲτι κατὰ κρᾶϲιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸϲ ε. l. 28, de ἀδελ-
φιδοῦϲ etc. cf. Cathol. 243, 30.</note>

<pb n="620"/>
ὀξεῖαν ἀλλ’ εἰϲ περιϲπωμένην· τὸ γὰρ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ
περιϲπᾶται. πρόϲκειται «ἐπ’ ὀνομάτων» διὰ τὸ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ
βεβώϲ. τούτων οὕτωϲ ἐχόντων, τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέοϲ
ϲύνθετα ἐὰν ἐπιδέξωνται κρᾶϲιν, μέλλει ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰϲ
<lb n="5"/> ὀξεῖαν ϲυνέρχεϲθαι, κράϲεωϲ οὔϲηϲ, ὅπερ ἐϲτὶν ἄτοπον. πάντα γὰρ
τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ,
ἀγακλεήϲ. ἡ δὲ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ
ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Κιϲϲηΐϲ Κιϲϲῄϲ, Βριϲηΐϲ Βριϲῄϲ. τούτου οὖν χάριν
τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν,
<lb n="10"/> ἵνα, ὡϲ εἴρηται, μὴ εὑρεθῇ κρᾶϲιϲ γινομένη ἐπ’ ὀνομάτων βαρείαϲ καὶ
ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων. τὰ γὰρ παρὰ τὸ κλέοϲ ϲύνθετα
κύρια διὰ τοῦτο ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, ἐπειδὴ ἐν τῇ ἐντελείᾳ
βαρύνεται, οἷον Ἡρακλέηϲ Ϲοφοκλέηϲ Περικλέηϲ, καὶ ϲυναιρούμενα
περιϲπᾶται, οἷον Ἡρακλῆϲ Ϲοφοκλῆϲ Περικλῆϲ. ἡ γὰρ ὀξεῖα καὶ ἡ
<lb n="15"/> βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται, οἷον πάῒϲ παῖϲ, Πηλε Πηλεῖ,
εὐϲεβέὰ εὐϲεβῆ. καὶ λοιπὸν οὐκέτι εὑρίϲκεται κρᾶϲιϲ γενομένη ἐπ’ ὀνομάτων
βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν, ἀλλὰ τοὐναντίον ὀξείαϲ καὶ βαρείαϲ
εἰϲ περιϲπωμένην. αὕτη μὲν οὖν ἐϲτι ἡ ἀπὸ τόνου ἀπολογία ἡ δὲ
ἀπὸ κλίϲεώϲ ἐϲτιν αὕτη· τὰ ἐπίθετα παρὰ τὸ κλέοϲ ϲύνθετα, εἰ ϲυνῃρεῖτο
<lb n="20"/> κατὰ τὴν εὐθεῖαν, ἤμελλεν ὀξύνεϲθαι, ἐπειδὴ καὶ ἐν τῇ ἐντελείᾳ
ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ· ἡ δὲ βαρεῖα κοὶ
ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Βριϲηΐϲ
Βριϲῄϲ· ὀξυνόμενα δὲ ἤμελλενἐμπίπτειν εἰϲ χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ
τοῦ τοϲ κλίϲιν. τὰ εἰϲ ηϲ ὀξυνόμενα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ
<lb n="25"/> πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον, μὴ κατὰ ϲυγκοπὴν ὄντα, διὰ τοῦ
τοϲ κλίνεται, οἷον ἀβλήϲ ἀβλῆτοϲ, προκλήϲ προκλῆτοϲ, ἡμιθνήϲ ἡμιθνῆτοϲ,
ἡμιτρήϲ ἡμιτρῆτοϲ, ἀμφιτρήϲ ἀμφιτρῆτοϲ. πρόϲκειται «μὴ κατὰ ϲυγκοπὴν
ὄντα» διὰ τὸ μελαχρήϲ μελαχροῦϲ, τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν
γενικήν, ἀλλ’ ἀπὸ τοῦ μελαχροήϲ γέγονε κατὰ ϲυγκοπήν. τούτῳ οὖν
<lb n="30"/> τῷ λόγῳ «εἰ ϲυνῃρεῖτο κατὰ τὴν εὐθεῖαν » τὰ ἐπίθετα τὰ παρὰ τὸ
κλέοϲ ϲύνθετα ἤμελλεν διὰ τοῦ τοϲ κλίνεϲθαι, οἷον ἀκλήϲ ἀκλῆτοϲ,
δυϲκλήϲ δυϲκλῆτοϲ, ἀγακλήϲ ἀγακλῆτοϲ, ὡϲ ὀξύτονα ὄντα καὶ ἔχοντα
ἀμετάβολον πρὸ τοῦ η καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον ·
ἀλλὰ μὴν διὰ τοῦ τοϲ οὐκ ἠδύνατο κλίνεϲθαι, ἐπειδὴ κανών ἐϲτιν ὁ
<lb n="35"/> λέγων, ὅτι τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον
Ἑρμέαϲ Ἑρμέου, Ἑρμῆϲ Ἑρμοῦ, πλόοϲ πλόου, πλοῦϲ πλοῦ, τιμήειϲ
τιμήεντοϲ, τιμῆϲ τιμῆντοϲ, δαφνήειϲ δαφνήεντοϲ, δαφνῆϲ δαφνῆντοϲ. εἰ
οὖν τὸ ἀκλεήϲ καὶ δυϲκλεήϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, οἷον ἀκλεοῦϲ δυϲκλεοῦϲ
ἀγακλεοῦϲ, ἀναγκάζεται καὶ ἐν τῇ ϲυναιρέϲει τὴν αὐτὴν κλίϲιν
<lb n="40"/> φυλάξαι. τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ
τὴν διὰ τοῦ τοϲ κλίϲιν, τοῦ δὲ ἑτέρου τὴν εἰϲ ουϲ, μένει
τὰ ἐπίθετα ἀϲυναίρετα κατὰ τὴν εὐθεῖαν. τούτου οὖν χάριν τὰ παρὰ
τὸ κλέοϲ ϲύνθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν. τὰ δὲ κύρια οὑκ

<pb n="621"/>
ἐμπίπτουϲιν εἰϲ χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τοϲ κλίϲιν· ὁ γὰρ
κανῶν περὶ ὀξυτόνων ἐϲτὶν ὡϲ εἴρηται.</p><p>Choer. 243, 24: τὸ τιμῆϲ τιμῆντοϲ γέγονε τοῦτον τὸν τρόπον·
ἐϲτι τιμήειϲ, καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ε εἰϲ η γέγονε τιμῆϲ, τοῦ ι
ἀποβληθέντοϲ. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ <lb n="5"/>
εἰϲ ϲ λήγοντα ἀρϲενικὰ οὐ θέλει ἔχειν ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ τί
ποτε ἀνεκφώνητον, οἷον Λάχηϲ, Χρύϲηϲ, ἱδρώϲ, κοχλίαϲ· οὕτωϲ οὖν
καὶ τὸ τιμῆϲ χωρὶϲ τοῦ ι. πρόϲκειται «κεἰϲ ϲ λήγοντα» διὰ τὸ Θρᾷξ,
τοῦτο γὰρ ἔχει τὸ ι ἀνεκφώνητον· ἀλλ’ οὐ λήγει εἰϲ ϲ ἀλλ’ εἰϲ ξ.
πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ Κιϲϲηΐϲ Κιϲϲῇϲ, Νηρηΐϲ Νηρῄϲ, Βριϲηΐϲ <lb n="10"/>
Βριϲῄϲ, δαΐϲ δᾴϲ ἡ λαμπάϲ· ταῦτα γὰρ εἰϲ τὸ ϲ λήγει καὶ ἔχει τὸ ι
ἀνεκφώνητον, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικά, ἀλλὰ θηλυκά.</p></div></div></body></text></TEI>