14. Schol. ad Aristoph. Ran. 926: ἄγνωτα τοῖϲ θεωμένοιϲ: ἀπὸ τοῦ ἄγνωτοϲ. οὐ γὰρ παραϲχηματίζεται ἀπὸ τοῦ ἀγνώϲ εἰϲ οὐδέτερον γένοϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ. 15. Eustath. 1807, 16 ἐν τοῖϲ ὀνοματικοῖϲ τοῦ Ἡρωδιανοῦ φέρεται ὡϲ ἐκ τοῦ μάρτυϲ γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ϲ εἰϲ p μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦϲα εἰϲ εὐθεῖαν κινεῖ τὸν μάρτυρον. Εustath. 114, 15: Ἡρωδιανὸϲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρτυρεϲ ἑκατέρωϲ, ἐπάγει, ὅτι τέτριπται τὸ μάρτυρεϲ ἀπὸ τῆϲ μάρτυϲ εὐθείαϲ, ἣν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει· ἐκεῖνοι γάρ, φηϲί, τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν, φηϲί, καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι οἱ δέ γε μάρτυροι ἀπὸ τοῦ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω» (Ιl. H   76). l. cf. Catholicam p. 238, 14. 16. Choer. 350, 25: τὸ ἀναδενδράϲ ὁ Ἡρωδιανὸϲ ὑπολαμβάνει μόνωϲ ϲυϲτέλλειν τὸ α καὶ ὀξύνεϲθαι. 17. Eustath. 700, 56: τὸ κρανίον τῆϲ κεφαλικῆϲ πολυωνυμίαϲ τμῆμά ἐϲτιν, ἧϲ καὶ αἱ κατ’ εὐθεῖαν προφοραὶ καὶ τὸ κεῖθεν δὲ κλίμα κατὰ Ἡρωδιανὸν εἰπεῖν διαφόρωϲ ἔχουϲιν — κάρα θηλυκῶϲ τε καὶ οὐδετέρωϲ. ἔτι κοινῶϲ καὶ κράϲ κρατόϲ ἡ κεφαλή, καὶ μὴν καὶ κράαϲ, ὅθεν τὸ «ϲῷ κράατι τίϲειϲ» (χ 218). ἡ δ’ αὐτὴ καὶ κάρηαϲ καρήατοϲ, τὸ δὲ αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ. παρὰ δὲ Ϲοφοκλεῖ (Philoct. 1207) κρᾶτα εὕρηται καινότερον. Sequuntur, quae apud Choeroboscum ex libro περὶ ὀνομάτων petita videntur, composita cum praeceptis, quae ab aliis epitomatoribus et in reliquis scriptis Herodiani servata sunt.