11. Ιl. Pr. 318: ἐν τρίτῳ τῶν ὀνοματικῶν περὶ τῆϲ ἐκτάϲεωϲ αὐτῶν (sc. τοῦ εὐκλήϊϲ εὐκνήμιϲ) ταῦτά φηϲιν· ἄλλωϲ τε εἰ ἐπιζητοῦϲιν ἐκτεταμένον τὸ ι, ἔχουϲι ἐν τῷ εὐκνήμιϲ, μελαμψήφιϲ· καὶ εἰ τοῦτο, φηϲί, δῆλον ὅτι παροξύνεται. 12. Choer.246, 19: ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ γέγονε τὸ ἀδελφιδοῦϲ κατὰ κρᾶϲιν καὶ θυγατριδοῦϲ. οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται. τὸ γὰρ εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. 13. Choer. Gaisf.232,22, Βekk.Anecd.1195: Ἰϲτέον ὅτι πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ, ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων, φημὶ δὲ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, τὸ γὰρ ἰξύϲ, εἰ καὶ παρατέθειται ὁ Ἡρωδιανὸϲ ἐν τῷ Ὀνοματικῷ ὡϲ περιϲπώμενον, ἀλλ’ οὖν οὐ περιϲπᾶται, ἀλλ’ ὀξύνεται, ὥϲ φηϲιν ἐν τῇ καθόλου. 14. Schol. ad Aristoph. Ran. 926: ἄγνωτα τοῖϲ θεωμένοιϲ: ἀπὸ τοῦ ἄγνωτοϲ. οὐ γὰρ παραϲχηματίζεται ἀπὸ τοῦ ἀγνώϲ εἰϲ οὐδέτερον γένοϲ, ὥϲ φηϲιν Ἡρωδιανόϲ. 15. Eustath. 1807, 16 ἐν τοῖϲ ὀνοματικοῖϲ τοῦ Ἡρωδιανοῦ φέρεται ὡϲ ἐκ τοῦ μάρτυϲ γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ϲ εἰϲ p μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦϲα εἰϲ εὐθεῖαν κινεῖ τὸν μάρτυρον. Εustath. 114, 15: Ἡρωδιανὸϲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρτυρεϲ ἑκατέρωϲ, ἐπάγει, ὅτι τέτριπται τὸ μάρτυρεϲ ἀπὸ τῆϲ μάρτυϲ εὐθείαϲ, ἣν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει· ἐκεῖνοι γάρ, φηϲί, τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν, φηϲί, καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι οἱ δέ γε μάρτυροι ἀπὸ τοῦ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω» (Ιl. H   76). l. cf. Catholicam p. 238, 14.