9b. E. M. 521, 29: κμέλεθρα: δεῖ γινώϲκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίϲκεται ἐν ἀρχῇ λέξεωϲ· τοῦ γὰρ πολύκμητοϲ οὐχ εὕρηται ἐν χρήϲει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητόϲ· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ τὸ κεκοπίακα, οὐκ ἔϲτι ἀπὸ τοῦ κμῶ, ἀλλ᾿ ἀπὸ τοῦ κεκάμηκα. λέγει δὲ ὁ Ἡρωδιανὸϲ τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖϲ Γλώϲϲαιϲ τὸ κμέλεθρα (ϲημαίνει δὲ τὰϲ δοκούϲ). 10. E. M. 249, 15: Δαϲλήρα: δεῖ γινώϲκειν, ὅτι τὸ Δαϲλήρα (ὄνομά ἐϲτι λίμνηϲ) καὶ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) καὶ Πάϲνηϲ καὶ Μάϲνηϲ (ὀνόματα ποταμῶν) καὶ Ὀϲροήνη ὅπερ τινὲϲ Ὀρροήνη λέγουϲιν (ἔϲτι δὲ χώρα οὕτω καλουμένη ἐν Ϲυρίᾳ) τὸ ϲ ἐν ϲυλλήψει ἔχουϲι μετὰ τῶν ἐπιφερομένων ϲυμφώνων. ὅτι γὰρ οὐκ ἔϲτιν ἐν διαϲτάϲει, δῆλον ἐκ τοῦ μὴ ἄρχεϲθαι ἐπιφερομένην ϲυλλαβὴν ἀπὸ τοῦ ϲ· εἰ γὰρ ἦν τὸ ϲ ἐν διαϲτάϲει καὶ ἔληγεν ἡ ϲυλλαβὴ εἰϲ τὸ ϲ, εἶχεν ἂν ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀρχὴν ἀπὸ τοῦ ϲ διὰ τὸν κανόνα τοῦτον· πᾶϲα γὰρ ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ, ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀπὸ τοῦ ϲ ἀρχομένην οἷον νύϲϲω, πλήϲϲω καὶ τὰ ὅμοια. 11. Choer. 691, 13: ἐν τῷ τέτυπται τὸ φ εἰϲ τὸ π ἐτράπη καὶ ἐν τῷ νένυκται τὸ β εἰϲ τὸ κ, ὅτι οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ τοῦ τ εἶναι οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν· κατὰ διάϲταϲιν μέν, ἐπειδὴ οὐδέποτε οὕτε ϲυλλαβὴ οὕτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, ad fr. *9a. θμ reperitur in initio vocis in Θμοῦιϲ nomine urbis A egyptiacae, φν in Φναίτηϲ ὄνομα παῤ Αἰγυπτίοιϲ βάρβαρον quod affert Choerob. in E. M. 47, ubi de φνεί vel τοφνεί disputat, quem locum in orthographia proposui, pro νδ posui γδ et pro ὄνθοϲ ὄγδοοϲ, pro ἄνθοϲ ἴθμα. ad fr. 9b. cf. Rankium de Hesych. p. 123. l. 22 scripsi pro ἐϲτὶ ἔχουϲι. — nomen Βρυϲμόϲ etiam ap. Arcad. 58, 24 occurrit, sed falso inter appellativa relatum est. De re cf. etiam Hephaest. p. 7 Westph., qui praeter Πάϲνηϲ et Μάϲνηϲ (ὀνόματα παρὰ Ξάνθῳ ἐν τοῖϲ Λυδιακοῖϲ) affert μάϲληϲ per passionem ex μάϲθληϲ ortum et quod cum Βρυϲμόϲ comparari potest ἑϲμόϲ. ad l. 33 cf. Ep. Hom. 4, 27 ἀριθμήμεναι: τὸ θ μετὰ τοῦ μ ἐν ϲυλλήψει ἐϲτίν. οὐδέποτε γὰρ ϲυλλαβὴ εἰϲ δαϲὺ λήγει. ὅθεν τὸ Ἀτθίϲ καὶ Ϲαπφώ καὶ Βάκχοϲ τὰ πρῶτα διὰ ψιλῶν γράφομεν· κατὰ ϲύλληψιν δὲ οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ τοῦ τ εἶναι, ἐπειδὴ τὸ φ καὶ τὸ χ δαϲέα εἰϲί, τὸ δὲ τ ψιλόν. ψιλὰ δὲ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν οἷον πρῶϲιϲ, κτύποϲ, χθών, ἑβδομάϲ, ἐρίγδουποϲ, ὀγδόη· πῶϲ οὖν τὸ φ καὶ τὸ 2 δαϲέα ὄντα ἠδύναντο τοῦ τ ψιλοῦ ὄντοϲ προηγεῖϲθαι κατὰ ϲύλληψιν; 12. Choer. 689, 30. γίνεται τὸ δεύτερον πρόϲωπον τέτυπϲαι καὶ ἐτέτυπϲο διὰ τοῦ π καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρναται τὸ π καὶ τὸ ϲ εἰϲ ψ καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο, ὥϲπερ καὶ ἀπὸ τοῦ Πέλοπι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ διὰ τοῦ π καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ π καὶ ϲ εἰϲ ψ Πέλοψι διὰ τοῦ ψ. Πάλιν ἐϲτὶ τὸ δεύτερον πρόϲωπον νένυκϲαι καὶ ἐνένυκϲο διὰ τοῦ κ καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρνανται τὸ κ καὶ ϲ εἰϲ ξ καὶ γίνονται νένυξαι καὶ ἐνένυξο διὰ τοῦ ξ, ὥϲπερ ἀπὸ τῆϲ κόρακι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ κόρακϲι διὰ τοῦ κ καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ κ καὶ ϲ εἰϲ ξ κόραξι.