<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="9a"><p>9a. 
An. Ox. IV 332, 10: ὅϲα ϲόμφωνα μὴ δύναται ἐν ἀρχῇ λέξεων
ἐκφωνεῖϲθαι, ταῦτα καὶ ἐν μέϲῃ λέξει εὑρεθέντα χωριϲθήϲεται ἀλλήλων·
οἷον ἄνθοϲ, ἔργον· οὐ δύναται δὲ εὑρεθῆναι ἀπὸ τοῦ νθ ἀρχομένη
<lb n="5"/> οὐδὲ ἀπὸ τοῦ ργ πλὴν τούτων ἤγουν θμ, φν, γδ, χμ, κμ, ϲγ, ϲδ·
ταῦτα γὰρ οὐδέποτε ἐν ϲυμπλοκῇ ἐν ἀρχῇ εὑριϲκόμενα, ἐν μέϲῳ ἀλλήλων
οὐ χωρίζονται οἷον ἴθμα, ἀφνειόϲ, ὄγδοοϲ, αἰχμή, ἀκμή, φάϲγανον,
θεόϲδοτοϲ· εἰ γὰρ παρὰ τοῖϲ κοινοῖϲ οὐχ εὕρηται λέξιϲ ἀπὸ τοῦ
ϲδ ἀρχομένη, ἀλλὰ παρὰ τοῖϲ Αἰολεῦϲίν ἐϲτιν οἷον ϲδυγόϲ ἀντὶ τοῦ
<lb n="10"/> ζυγόϲ.</p></div></div></body></text></TEI>