6. Thoogn. Cr. Il 26, Bekk. An. 1425: τὸ ῡ καθαρὸν ἐν ἀρχ λέξεω παρὰ πᾶϲι τοῖϲ Ἕλληϲι πρὸ τοῦ χ εἶναι ἀπείρηται καὶ τὸ αἴτιον ὀχυρόν· πᾶν γὰρ φωνῆεν πρὸ τοῦ χ ψιλοῦται καὶ τὸ ῡ ἐν ἀρχῇ λέξεωϲ δαϲύνεται. δύο οὖν κανόνων ἀλλήλοιϲ ἀνθιϲταμένων ἐξέφυγεν τὸ ῡ πρὸ τοῦ χ εὑρίϲκεϲθαι· καθαρὸν δὲ εἶπον, ἐπεὶ τὸ ὔρχα οὐ καθαρὸν ἔχον τὸ ῡ πρὸ τοῦ χ εὕρηται. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῇ τάξει τῶν κδ ϲτοιχείων. 7. Choer. Dict. 123, 7: οὐδέποτε ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται οἷον μυῖα, ἅρπθια, υἱόϲ. ἐν γὰρ τῷ ϲύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεϲθαι» (Π 565) οὐκ ἔϲτιν ἐν διφθόγγῳ τὸ υ καὶ τὸ ῑ, ἀλλ’ ἐν τῷ μέτρῳ κατὰ ϲυνίζηϲιν μετροῦνται, τουτέϲτιν αἱ δύο ϲυλλαβαὶ εἰϲ μίαν ϲυλλαβὴν ἤγουν τὸ ῡ καὶ τὸ ῑ ὥϲπερ ἐν τῷ «χρυϲέῳ ἀνὰ ϲκήπτρῳ» (Α 15) τὸ ε καὶ ἡ ῳ δίφθογγοϲ εἰϲ μίαν ϲυλλαβὴν μετροῦνται οἷον χρυϲῷ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν οὐδέποτε ἡ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ εὑρίϲκεται. καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ῡῑ δίφθογγον εὑρίϲλεται ϲύμφωνον ἐπιφερόμενον οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἐτίθετο οὖν ᾑ ῡῑ δίφθογγοϲ ἐν τέλει λέξεωϲ, ϲυνέβαινε λέξιν ἐπιφέρεϲθαι ἀρχομένην ἀπὸ ϲυμφώνου καὶ λοιπὸν εὑρίϲκετο μετὰ τὴν ῡῑ ϲύμφωνον ἐπιφερόμενον ὅπερ ἐϲτὶν ἀδύνατον. ad fr. 6. l. 4 addidi ἐν ante ἀρχῇ, Βekk. An. ὄρχον. l. 6 ὔρχα scripsi pro ὔρχαϲ. Eundem canonem auctore et libro tacitis profert Choer. Dict. 633, 5: transscripsit etiam Macrobius IL p. 300: denique ῡ, quia nunquam sine aspiratione incipit, nunquam literae χ pra praeponitur, ne alterius natura violetur, aut τοῦ ῡ, si incipiat sinc aspiratione, aut τοῦ χ, si qua vocalem cum aspiratione sustineat. — De ῡ in fine dualis haec tradit Choer. 236, 3: οὐ δύναται ἡ βότρυε εὐθεῖα τῶν δυικῶν γενέϲθαι κατὰ κρᾶϲιν τοῦ ῡ καὶ ἕ εἰϲ ῡ μακρὸν βότρυ, ἐπειδὴ ἤμελλεν εἰϲ τὸ ῡ καταλήγειν, ὅπερ ἐϲτὶν ἀδύνατον τὸ γὰρ ῡ οὐκ ἔϲτι τελικὸν τῆϲ εὐθείαϲ τῶν δυϊκῶν et p. 242, 1: οὐ δύναται ἡ εὐθεῖα βόε τῶν δυϊκῶν γενέϲθαι καὶ κρᾶϲιν τοῦ ο καὶ ε εἰϲ τὴν οῡ δίφθογγον βοῦ, ἐπειδὴ ἤμελλεν εἰϲ ῡ καταλήγειν κτλ. ad fr. *7. l. 22 propterea quod ῡῑ diphthongus in fine locum non habeat, Choerob. h. l. deminutiva in ῦϲ velut Διονῦϲ, Καμμῦϲ, Λαρδῦϲ, Κλαυϲῦϲ in dativo non in ῡῑ, sed in ῡ exire dicit; idem p. 409, 1 υιϊϲ nominativum non contrahi docet, quod ῡῑ ante consonam poni non possit, sed hoc ab Herodiano alienum est, qui, quum diserte in Il. Pros. Ε 266 υἷιϲ εὐθεῖαν μὴ εἰρημένην dicat, quaesivisse non potest, cur non contrahatur, sed magis Herodianum sapit, quod p. 463, traditur ob hanc causam ab υἷιϲ υἵιοϲ υἷοϲ dativum υἷϲι formari non potuisse, sed υἱάϲι, et porro, quod de optativo passivi verborum in υμι p. 781, 16 profertur: τὸ εὐκτικὰ τῶν τῆϲ δ ϲυζυγίαϲ τῶν εἰϲ μῑ οὐκ ἔχουϲι τὸ πρὸ τοῦ μ, ζευγνύμην γὰρ καὶ ὀμνύμην καὶ ὀλλύμην χωρὶϲ τοῦ ῑ· οὐκ ἔχουϲι δὲ ῑ κατὰ τὴν παραλήγουϲαν, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ῡῑ δίφθογγον εὑρίϲκεται ϲύμφωνον ἐπιφερόμενον οἷον υἱόϲ ἅρπυια, μυῖα, αἴθυια. Sed male intellexisse videtur Herodianum Theognostus 125, 24: μῦϲ μυόϲ μυΐδιον καὶ ἐν ϲυγκοπῇ τοῦ ῑ μύδιον· τοῦ γὰρ ῡ καὶ ῑ εἰϲ τὴν ῡῑ δίφθογγον ϲυναιρεθῆναι μὴ δυναμένων διὰ τὸ μηδέποτε τὴν ῡῑ δίφθογγον ἐπὶ τέλουϲ λέξεωϲ μήτε μετὰ ϲυμφώνου εὑρίϲκεϲθαι ἐξέπεϲε τὸ ῑ καὶ ἔμεινεν μόνον τὸ ῡ. cf. Lob. El. II 22 seqq. 8. Τιμοθέου Γάζηϲ κανόνεϲ καθολικοὶ περὶ ϲυντάξεωϲ in ‘Anecd. Paris. IV p. 214, 13 — 244 extr. Τὰ ἄφωνα πρὸ τῶν ἀμεταβόλων ἐν ϲυλλήψει εἰϲὶν ἤγουν ὁμοῦ εἰϲιν, καὶ οὐκ ἔϲτι χωρὶϲ τὸ ἄφωνον καὶ χωρὶϲ τὸ ἀμετάβολον οἶον ἀκμή, ἀτμόϲ, ὄγκοϲ, ἀγρόϲ, ἔκλαιον, ἔθνηϲκον, ἔπλεον, ἁβρόϲ· ἰδοὺ ἐπὶ τούτων δύο ϲύμφωνα ὁμοῦ εἰϲιν, ἐπειδὴ ἄφωνον πρὸ ἀμεταβόλου ἐϲτίν. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ προθέϲεωϲ. ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ἄφωνον μετὰ τῶν ἐπιφερομένων ἀμεταβόλων, ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ τὸ ἄφωνον καὶ ἐν ἄλλῃ τὸ ἀμετάβολον οἷον ἐκλῦϲαι, ἐκνευρίϲαι, ἐκρεῦϲαι, ἐκμάξαι. Τὰ ϲύμφωνα τὰ ἐν ἀρχῇ λέξεωϲ εὑριϲκόμενα ἀεὶ ἐν ϲυλλήψει εἰϲὶ καὶ οὐ χωρὶϲ οἷον κτύποϲ, κτῆμα, πτῶϲιϲ, ϲθένοϲ, θρόνοϲ· οὐδὲ γὰρ προηγεῖται αὐτῶν φωνῆεν τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι. Τὸ ϲ πρὸ πάντων τῶν ἀφώνων ἐν ϲυλλήψει ἐϲτίν, ἤγουν ὁμοῦ εἰϲι τὰ δύο, τὸ ϲ καὶ τὸ ἐπιφερόμενον ἄφωνον, οἷον ἔϲβεϲε, φάϲγανον, θεόϲδοτοϲ, ἀϲκόϲ, ἀϲτήρ, ἀϲπίϲ, ἀϲθενήϲ, ἀϲχημοϲύνη, ἑωϲφόροϲ· ἰδοὺ ἐπὶ τούτων τὸ ϲ μετὰ τῶν ἐπιφερομένων ἀφώνων ὁμοῦ ἐϲτι. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ ἀπὸ τῆϲ πρόϲ καὶ ἀπὸ τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ϲ μετὰ τῶν ἐπιφερομένων ἀφώνων, ἤγουν ἐν ἄλλῃ ϲυλλαβῇ ἔχουϲι τὸ ϲ καὶ ἐν ἄλλη τὸ ἐπιφερόμενον ἄφωνον οἷον εἰϲφέρω, προϲφορά, δυϲτυχήϲ. Τὸ ϲ μετὰ πάντων τῶν ἁπλῶν ϲυμφώνων κατὰ ϲύλληψιν θέλει εἶναι ἤγουν ὁμοῦ· καὶ κατὰ πρόταξιν εὑρίϲκεται ἢ καθ’ ὑπόταξιν. καὶ προηγεῖται μὲν οἷϲ οὐχ ὑποτάττεται οἷον ϲθένοϲ, ϲκιά, ϲπῶ, ϲτῆναι, ϲφαῖρα, ϲχίζω· ὑποτάττεται δὲ ὧν οὐ προηγεῖται οἷον ἅλϲ, Τῖρυνϲ, ἔϲτι δὲ ὄνομα πόλεωϲ, μάκαρϲ, ϲημαίνει δὲ τὸν μακάριον. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ καὶ τῆϲ πρόϲ προθέϲεωϲ καὶ ἀπὸ τοῦ δυϲ ἐπιρρήματοϲ· ταῦτα γὰρ ἐν διαϲτάϲει ἔχουϲι τὸ ϲ πρὸϲ τὸ ἐπιφερόμενον ϲύμφωνον οἶον προϲφέρω, εἰϲβολή, δυϲτυχήϲ. Τὰ ϲύμφωνα τὰ ἐν ἀρχῇ λέξεωϲ εὑριϲκόμενα, καὶ ἐν τῷ μέϲῳ ἐὰν εὑρεθῶϲιν, ἐν ϲυλλήψει εὑρίϲκονται, οἷον ἐν τῷ κτῆμα τὸ κτ ἐν ἀρχῇ λέξεωϲ ἐϲτίν, ἀλλὰ καὶ ἐν τῷ ἔτικτον εὑρεθέντα ἐν τῷ μέϲῳ τὸ καὶ τὸ ὁμοῦ ἐϲτιν· πάλιν κλαίω ἔκλαιον, πρίζω ἔπριζον, βδέλλα ἑβδομάϲ, χθών ἐχθέϲ, φθείρω ἐφθόνουν· ἰδοὺ ἐπὶ τούτων τὰ ϲύμφωνα τὰ ἐν τῇ ἀρχῇ τῆϲ λέξεωϲ ὄντα εὑρεθέντα καὶ ἐν τῷ μέϲῳ ὁμοίωϲ εἰϲί. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ l. 28 cum Cramero pro Ἄπυϲ scripsi ἅλϲ, quod recurrit p. 244, 16. de re cf. Lob. Parall. p. 32 seqq. et St. B. 163, Βερέκυντοϲ γενικὴ τῆϲ εὐθείαϲ ἀρρήτου. Similia de ϲ habent Bekk. An. 1128 cf. etiam Hephaest. p. 4 Westphal., qui ex Timocreonte affert etiam χέρϲ. l. 35 pro ἀλλὰ δὲ scripsi ἀλλά καί. καὶ τῆϲ ἐξ καὶ τοῦ δυϲ ἐπιρρήματοϲ· ἐπὶ τούτων γὰρ τὰ ϲύμφωνα εὑρίϲκονται ἐν ἀρχῇ λέξεωϲ καὶ ὅμωϲ ἐν τῷ μέϲῳ οὐχ εὑρίϲκονται ἐν ϲυλλήψει, ἀλλ᾿  ἐν διαϲτάϲει, τουτέϲτιν ἐν ἄλλῃ ϲυλλαβῇ τὸ ἓν ϲύμφωνον καὶ ἐν ἄλλῃ τὸ ἕτερον οἷον ἐν τῷ ϲφαῖρα τὸ ϲ καὶ τὸ φ ἐν ἀρχῇ εἰϲι καὶ ὅμωϲ ἐν τῷ εἰϲφέρω καὶ προϲφορά ἐν τῷ μέϲῳ εὑρεθέντα οὐκ εἰϲὶν ὁμοῦ, ἀλλ᾿  ἐν διαϲτάϲει· καὶ πάλιν ἐν τῷ ϲτῆναι τὸ ϲ καὶ τὸ ἐν ἀρχῇ εἰϲι καὶ ὅμωϲ ἐν τῷ δυϲτυχήϲ ἐν τῷ μέϲῳ εὑρεθέντα οὐκ εἰϲὶν ὁμοῦ ἀλλ᾿  ἐν διαϲτάϲει· καὶ πάλιν ἐν τῷ κλαίω τὸ κ καὶ τὸ λ ἐν ἀρχῇ εἰϲι καὶ ὅμωϲ ἐν τῷ ἐκλῦϲαι ἐν τῷ μέϲῳ οὐκ εἰϲὶν ὁμοῦ, ἀλλ᾿  ἐν διαϲτάϲει. Τὰ ψιλὰ τῶν ψιλῶν ἡγοῦνται καὶ τὰ δαϲέα δαϲέων καὶ τὰ μέϲα μέϲων κατὰ ϲύλληψιν οἶον ἔπιπτον, ἔτικτον· τὸ γὰρ π καὶ τ ψιλὰ ὄντα ἅμα εἰϲὶ καὶ τὸ κ καὶ τὸ τ ὁμοίωϲ· καὶ πάλιν ἔφθειρον, ἐχθαίρω τὸ μιϲῶ· τὸ γὰρ φ καὶ θ δαϲέα ὄντα ἅμα εἰϲὶ καὶ τὸ χ καὶ θ ὁμοίωϲ· καὶ πάλιν ἑβδομάϲ, ὄγδοοϲ· τὸ γὰρ β καὶ δ μέϲα ὄντα ἅμα εἰϲὶ καὶ τὸ γ καὶ δ ὁμοίωϲ. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ὄντων ἀπὸ τῆϲ ἐξ διὰ τὸ ἐκτείνω, ὃ ϲημαίνει τὸ ἕλκω· ἐνταῦθα γὰρ τὰ ψιλὰ ἐν διαϲτάϲει εἰϲίν, ἐν ἄλλῃ γὰρ ϲυλλαβῇ ἐϲτι τὸ κ καὶ ἐν ἄλλῃ τὸ τ. πρόϲκειται «ψιλὰ ψιλῶν» διὰ τὸ Πιτθεύϲ καὶ Βάκχοϲ καὶ Ϲαπφώ. ταῦτα γὰρ ἐν διαϲτάϲει εἰϲίν, ἀλλ᾿  οὐχ ἡγοῦνται ἐνταῦθα ψιλὰ ψιλῶν, ἀλλὰ ψιλὰ δαϲέων· πρόϲκειται δὲ καὶ «μέϲα μέϲων διὰ τὸ ἀγκών καὶ ἔγχοϲ· ἐνταῦθα γὰρ ἐν διαϲτάϲει εἰϲὶ τὰ ϲύμφωνα, ἐν ἄλλη δὲ ϲυλλαβῇ ἐϲτὶ τὸ ἓν ϲύφωνον, καὶ ἐν ἄλλη τὸ ἕτερον, ἐπειδὴ οὐχ ἡγοῦνται μέϲα μέϲων, ἀλλὰ πῇ μὲν μέϲον ψιλοῦ ὡϲ ἐν τῷ ἀγκών, πῇ δὲ μέϲον δαϲέοϲ, ὡϲ ἐν τῷ ἔγχοϲ. οὐχ ὡϲ ἔτυχε δὲ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν, οὐδὲ τὸ θ δαϲὺ ὂν προηγεῖται τοῦ φ δαϲέοϲ ὄντοϲ κατὰ ϲύλληψιν, οὐδὲ τὸ β μέϲον ὂν προηγεῖται τοῦ γ μέϲου ὄντοϲ κατὰ ϲύλληψιν, ἀλλὰ τὰ τῆϲ πρώτηϲ καὶ δευτέραϲ ϲυζυγίαϲ ψιλά, δαϲέα, μέϲα προηγοῦνται τῶν τῆϲ τρίτηϲ ϲυζυγίαϲ δαϲέοϲ, ψιλοῦ, μέϲου. ϲεϲημείωται τὸ λάγβατα καὶ τὸ λακπάτητον. ἐνταῦθα γὰρ τὸ γ καὶ τὸ κ τῆϲ β΄ ὄντα ϲυζυγίαϲ προηγοῦνται τοῦ β καὶ π τῆϲ πρώτηϲ ὄντα ϲυζυγίαϲ, ὅπερ ἄτοπον. Τὰ ἀμετάβολα πρὸ τῶν ἀφώνων ἐν διαϲτάϲει εἰϲὶν οἷον ἕρπω τὸ βαδίζω, ἕλκω, ἄνθοϲ, ἄρτοϲ, ἔργον, ἔμβολοϲ, ϲύμφωνον, ϲύμπονοϲ. Τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ τῷ π ὑποτέτακται κατὰ ϲύλληψιν, ἀντιπροηγηϲάμενον δὲ τὸ ρ τοῦ π ἐν τῷ ἕρπω l. 9 scr. ἐκλῦϲαι pro ἑλκύϲαι. — Ad l. 11 seqq. cf. Choer. Dict. 481, 25. — l. pro Γότθοϲ, quod Gaza antiquo. nomini substituit, posui Πιτθεύϲ, quod Herodianus pro exemplo posucrit. l. 26 pro φ δαϲέοϲ ὄντα scr. ὄντοϲ. l. 30 pro τὸ γ καὶ τὸ β scr. τὸ καὶ τὸ κ. Caeterum hanc particulam ab epitomatore in usum tironum dilatatam in brevius contraxi, quod etiam in toto hoc articulo aliquoties foci. — l. 36 εἰϲίν· anto ἀντιπροηγοῦνται omisi. κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγήϲατο. πάλιν ἐν τῷ θνήϲκω τὸ ν τῷ θ ὑποτέτακται κατὰ ϲύλληψιν, ἀντιπροηγηϲάμενον δὲ τοῦ θ ἐν τῷ ἄνθοϲ κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγήϲατο. Πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ ϲ οἷον ἀνάϲϲω, ἑλίϲϲω, νύϲϲω, ὀρύϲϲω, τινάϲϲω. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ εἰϲ προθέϲεωϲ καὶ τῆϲ πρόϲ καὶ τοῦ δυϲ ἐπιρρήματοϲ. ἐπὶ τούτων γὰρ πολλάκιϲ λήγει εἰϲ ϲ ἡ ϲυλλαβὴ καὶ οὐκ ἄρχεται ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀπὸ τοῦ ϲ οἷον προϲφορά, εἰϲφορά, δυϲτυχήϲ. Ἀμετάβολον ἀμεταβόλου οὐ προηγεῖται κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν οἷον ἀρνόϲ, Ἑρμῆϲ, ἅλμη, ἔρνοϲ, ὅλμοϲ. ἰδοὺ ἐπὶ τούτων τὸ ἓν ἀμετάβολον ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ καὶ τὸ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ καὶ οὐκ εἰϲὶν ὁμοῦ. δεῖ προϲθεῖναι χωρὶϲ τοῦ μ καὶ ν, ταῦτα γὰρ εὑρίϲκονται κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ μνᾶ, μνημεῖον· ἐνταῦθα γὰρ τὸ μ καὶ τὸ ν ὁμοῦ εἰϲιν. Ἡμίφωνον ἡμιφώνου οὐ προηγεῖται κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν οἷον πλήϲϲω, τίλλω, πανϲέληνον, ἄλϲοϲ, θάλψαι, ἄρξαι, μέμψαι· ἰδοὺ γὰρ ἐπὶ τούτων δύο ἡμίφωνα, ὦν τὸ μὲν ἓν ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ δεῖ προϲθεῖναι χωρὶϲ τοῦ μ καὶ τοῦ ν καὶ τοῦ ϲ καὶ τοῦ μ καὶ τῶν ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει λέξεωϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκονται ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, καὶ ἐπὶ μὲν τοῦ μ καὶ ν ὡϲ ἐπὶ τοῦ μνᾶ καὶ μνημεῖον, ἐπὶ δὲ τοῦ ϲ καὶ μ ὡϲ ἐπὶ τοῦ ϲμῶ καὶ ϲμιλίον καὶ κόϲμοϲ· ἐπὶ δὲ ϲυλλαβῶν τῶν οὐϲῶν ἐν τέλει λέξεωϲ οἷον ἅλϲ, μάκαρϲ, Τῖρυνϲ, ἕλμινϲ. ἰδοὺ ἐπὶ τούτων εὑρέθηϲαν ἡμίφωνα ἡμιφώνων προηγούμενα κατὰ ϲύλληψιν, ἐπειδὴ οὐκ ἔχουϲι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι. Οὐδέποτε τὰ ἁπλᾶ ϲύμφωνα μετὰ τῶν διπλῶν ϲυμφώνων εὑρίϲκονται κατὰ ϲύλληψιν, ἀλλ᾿ ἐν διαϲτάϲει, οἷον θάλψαι, πέμψαι, ἄρξαι, ἄγξαι· ἰδοὺ γὰρ ἐπὶ τούτων τὸ μὲν ἁπλοῦν ϲύμφωνον τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ ληκτικόν ἐϲτι, τὸ δὲ διπλοῦν ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ. δεῖ προϲθεῖναι χωρὶϲ εἰ μὴ ἐν τέλει λέξεωϲ, πολλάκιϲ γὰρ ἐν τέλει λέξεωϲ εὑρίϲκονται τὰ ἁπλᾶ μετὰ τῶν διπλῶν κατὰ ϲύλληψιν ὡϲ ἐπὶ τοῦ ϲάρξ, ϲάλπιγξ ἐπὶ τούτων γὰρ ἐν ϲυλλήψει εἰϲὶ τὰ ϲύμφωνα, καὶ τοῦτο ἐξ ἀνάγκηϲ· οὐδὲ γὰρ ἔχουϲι φωνῆεν ἐπιφερόμενον τὸ ὀφεῖλον τοῦ ἑνὸϲ ϲυμφώνου τὴν ϲύνταξιν ἀναδέξαϲθαι. Δεῖ γινώϲκειν, ὅτι οὐδέποτε δύο τὰ αὐτὰ ϲύμφωνα ἐν ϲυλλήψει εὑρίϲκονται, ἀλλ᾿  ἐν διαϲτάϲει οἷον πάλλω, τίλλω, πλήϲϲω, ϲάκκοϲ, πυρρόϲ, ἄγγελοϲ, ϲυμμίγδην· ἰδοὺ ἐπὶ τούτων τὸ μὲν ἐν ϲύμφωνον ληκτικόν ἐϲτι τῆϲ προηγουμένηϲ ϲυλλαβῆϲ, τὸ δὲ ἕτερον ἀρκτικὸν τῆϲ ἐπιφερομένηϲ. 9a. An. Ox. IV 332, 10: ὅϲα ϲόμφωνα μὴ δύναται ἐν ἀρχῇ λέξεων ἐκφωνεῖϲθαι, ταῦτα καὶ ἐν μέϲῃ λέξει εὑρεθέντα χωριϲθήϲεται ἀλλήλων· οἷον ἄνθοϲ, ἔργον· οὐ δύναται δὲ εὑρεθῆναι ἀπὸ τοῦ νθ ἀρχομένη οὐδὲ ἀπὸ τοῦ ργ πλὴν τούτων ἤγουν θμ, φν, γδ, χμ, κμ, ϲγ, ϲδ· ταῦτα γὰρ οὐδέποτε ἐν ϲυμπλοκῇ ἐν ἀρχῇ εὑριϲκόμενα, ἐν μέϲῳ ἀλλήλων οὐ χωρίζονται οἷον ἴθμα, ἀφνειόϲ, ὄγδοοϲ, αἰχμή, ἀκμή, φάϲγανον, θεόϲδοτοϲ· εἰ γὰρ παρὰ τοῖϲ κοινοῖϲ οὐχ εὕρηται λέξιϲ ἀπὸ τοῦ ϲδ ἀρχομένη, ἀλλὰ παρὰ τοῖϲ Αἰολεῦϲίν ἐϲτιν οἷον ϲδυγόϲ ἀντὶ τοῦ ζυγόϲ. 9b. E. M. 521, 29: κμέλεθρα: δεῖ γινώϲκειν, ὅτι τὸ κ πρὸ τοῦ μ οὐδέποτε εὑρίϲκεται ἐν ἀρχῇ λέξεωϲ· τοῦ γὰρ πολύκμητοϲ οὐχ εὕρηται ἐν χρήϲει τὸ ἁπλοῦν αὐτοῦ, ἤγουν τὸ κμητόϲ· καὶ τὸ κέκμηκα, ὃ δηλοῖ τὸ κεκοπίακα, οὐκ ἔϲτι ἀπὸ τοῦ κμῶ, ἀλλ᾿ ἀπὸ τοῦ κεκάμηκα. λέγει δὲ ὁ Ἡρωδιανὸϲ τὸν Πάμφιλον ἀναγαγεῖν ἐν ταῖϲ Γλώϲϲαιϲ τὸ κμέλεθρα (ϲημαίνει δὲ τὰϲ δοκούϲ).