5. Choer. Dictat. 101, 20: ὅτι τὸ ῑ ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων, δῆλον ἐντεῦθεν. τῶν φωνηέντων τὰ μέν εἰϲι προτακτικά, τὰ δὲ ὑποτακτικά. καὶ προτακτικὰ μέν εἰϲι ταῦτα, ᾱ, ε, η, ο, ω, ὑποτακτικὰ δὲ δύο ῑ καὶ ῡ. καὶ τὸ ῡ δὲ τὸ ὑποτακτικὸν πολλάκιϲ εὑρίϲκεται τοῦ ῑ προτακτικόν, ὡϲ ἐν τῷ μυῖα καὶ ἅρπυια καὶ υἱόϲ καὶ τοῖϲ ὁμοίοιϲ. εἰ ἄρα οὖν τὸ ῑ καὶ τοῦ ὑποτακτικοῦ ὑποτακτικόν ἐϲτι, δηλονότι ἀϲθενέϲτερόν ἐϲτι πάντων τῶν φωνηέντων. ad fr. *3. Similia habet Apolon. de adverb. 560, 1, ex quo loco scripsi ἀναγκαία pro ἀναγκαίωϲ et Herodianus περὶ παθῶν fr. 97 (E. M. 762, 49), ubi docetur propter hunc canonem pro τοιηύτη dici τοιαύτη. cf. An. Ox. III 237. ad fr. *5. Ad vocalem ῑ pertinet etiam, quod tradit Choer. Dict. 196, 25 τὸ ὄφιε κατὰ τὴν ἀκρίβειαν οὐ δύναται κρᾶϲιν ἀναδέξαϲθαι τοῦ ῑ καὶ ε εἰϲ ῑ, ἐπειδὴ τὸ ῑ οὐκ ἔϲτι τελικὸν τῆϲ ἰδίαϲ εὐθείαϲ τῶν δυικῶν· τελικὰ γὰρ τῆϲ εὐθείαϲ τῶν δυικῶν τρία εἰϲίν οἷον ᾱ ε ω Ἀτρείδα, Ἔκτορε, φίλω (ct. fr. περὶ παθῶν 519) Theogn. 153, 20 οὐκ ἔϲτι τῆϲ εὐθείαϲ τῶν δυικῶν τελικὸν τὸ ῑ κτλ.