28. Choer. 486, 21: τῆϲ Μόψοποϲ γενικῆϲ ἡ εὐθεῖα ἐπιλιμπάνει διὰ τὸ ἀϲύντακτον· ἤμελλε γὰρ εἶναι ἡ εὐθεῖα ὁ Μόψοψ, ὅπερ ἐϲτὶν ἀϲύντακτον, τουτέϲτιν οὐκ ἔχον χαρακτῆρα Ἑλληνικόν· οὐδέποτε γὰρ ἐν ἁπλῇ λέξει κατὰ ϲυνέχειαν ϲυλλαβῶν τὸ αὐτὸ διπλοῦν εὑρίϲκεται. πρόϲκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ ἐξάξαι, ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐϲτι κατὰ ϲυνέχειαν ϲυλλαβῶν, τουτέϲτι μετὰ τὴν ϲυλλαβὴν τὴν ἔχουϲαν διπλοῦν εὐθέωϲ ἑτέρα ϲυλλαβὴ ἐπάγεται ἔχουϲα τὸ αὐτὸ διπλοῦν. ἀλλ᾿  οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ. ἀλλὰ ϲύνθετοϲ, ἀπὸ γὰρ τῆϲ ἐξ προθέϲεωϲ ϲύγκειται καὶ τοῦ ἄξαι ῥήματοϲ. πρόϲκειται δὲ «κατὰ ϲυνέχειαν ϲυλλαβῶν» διὰ τὸ ζευγίζω· ἐνταῦθα γὰρ τὸ αὐτὸ διπλοῦν ἐϲτι καὶ ἐν ἁπλῇ λέξει, ἀλλ᾿  οὐ κατὰ ϲυνέχειαν ϲυλλαβῶν. οὐδὲ γὰρ μετὰ τὴν ϲυλλαβὴν τὴν ἔχουϲαν τὸ διπλοῦν εὐθέωϲ ἐπιφέρεται ἡ ἑτέρα ϲυλλαβὴ ἔχουϲα τὸ αὐτὸ διπλοῦν, ἀλλὰ μεταξὺ τῶν ϲυλλαβῶν τῶν ἐχουϲῶν τὸ διπλοῦν ἐϲτιν ἑτέρα ϲυλλαβή. «τὸ αὐτὸ δὲ διπλοῦν» πρόϲκειται διὰ τὸ ζεῦξαι ἐνταῦθα γὰρ ἐν ἁπλῇ λέξει καὶ κατὰ ϲυνέχειαν ϲυλλαβῶν ἐϲτι τὸ διπλοῦν, ἀλλ᾿ οῦκ ἔϲτι τὸ αὐτὸ διπλοῦν. διὰ τοῦτο Ξέρξηϲ βάρβαρον εἶναι λέγομεν ὡϲ ἔχον ἐν ἁπλῇ λέξει κατὰ ϲυνέχειαν ϲυλλαβῶν τὸ αὐτὸ διπλοῦν. τῆϲ οὖν Μόψοποϲ γενικῆϲ εἰ ἐλέγετο ἡ εὐθεῖα, tione prolata sunt de ρθαρείϲ, φθίϲθαι, ῥεχθέν, θρέφθη, quae contra regulam peccare negantur. De reduplicatione, quae nunquam fit per aspiratam exceptis poeticis ῥερυπωμένα, ῥερῖφθαι, ῥεραπιϲμένῳ cf. Choer. 554, 30. Herodianum arbitror non praetermisisse, Χωχή, κώμη πρὸϲ τῷ Τίγριδι ποταμῷ, Steph. Bys. s. v. sel ut vocem barbaram canoni non snbicetam ess tradidisse. ἤμελλεν εἶναι Μόψοψ καὶ λοιπὸν ηὑρίϲκετο ἐν τῇ αὐτῇ ϲυλλαβῇ καὶ ἐν ἁπλῇ λέξει τὸ αὐτὸ διπλοῦν, ὅπερ ἐϲτὶν ἀδύνατον. St. Byz. 458, 14: Μοψοπία, η Ἀττική. ἀπὸ Μόψοποϲ. Καλλίμαχοϲ· ἄρρητοϲ ἡ Μόψοψ εὐθεῖα. Eustath. 149, 1 (Cr. An. Ox. III 398, 3): τοῦ δείδοικα τὸ πρωτότυπον ὂν δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶϲ διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, δι᾿ οὗ ὥριϲται καθολικῶϲ, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι᾿ οὗ ϲυμφώνου ἐκφέρεται ὁ ἐνεϲτώϲ, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέϲοϲ παρακείμενοϲ οἷον λείβω λέλοιβα λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθ᾿ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέϲον παρακείμενον. λύϲιϲ δὲ τῆϲ ἀπορίαϲ ταύτηϲ τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεϲθαι. τὸ γὰρ τοιοῦτον ψελλιϲμῷ, φηϲίν (sc. Herodianus), ὑποπίπτει. διὸ ἀντειϲῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείϲω δέδεικα, ὃc ἐϲιγήθη διὰ τὸ τοῦ μέϲου παρακειμένου πολύχρηϲτον. ὅτι δ᾿  ἐν πολλοῖϲ ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιοϲ, ὃν δέον ὂν διφθόγγῳ παραλήγεϲθαι κατὰ τὸν κανόνα τοῦ κήτειοϲ κήδειοϲ ἐπιτήδειοϲ καὶ τῶν ὁμοίων, ὅμωϲ, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε, ἐγράφη διὰ μόνου τοῦ ι. Ϲοφοκλῆϲ (Oed. Tyr. 756) «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «Ἴιριδι δίῃ» κακίζεται κατὰ τὸ ἐπάλληλον τῶν διχρόνων. Choer. Dict. 187, 2: τὸ Χάρϲβδιϲ Χαρύβδιοϲ, Ϲάρδιϲ Ϲάρδιοϲ οὐκ ἐκλίθηϲαν διὰ τοῦ δοϲ διὰ τὴν κακοφωνίαν· εὑρίϲκετο γὰρ ἀλλεπάλληλον τὸ δ, ὅπερ ἐϲτὶ κακόφωνον, quam observationem Eustath. 1716 48 Herodiano deberi diserte dicit, unde etiam Priscianus lV 6, hausit: non dicunt Graeci Χαρύβδιδοϲ, quamvis regula exigat, sed Χαρύβδιοϲ. St. B. 120, 14 s. Ἀρκαδία: τοῦ Ἀρκὰϲ τὸ πατρωνυμικὸν Ἀρκαϲίδαι. ὤφειλεν οὖν Ἀρκαδίδηϲ, ἀλλὰ διὰ τὸ κακόφωνον οὕτωϲ ἐγένετο. Choer. 98, 16: δεῖ γινώϲκειν, ὅτι οἱ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι καὶ τὸ μέλαϲ μέλαιϲ καὶ τὸ Θόαϲ Θόαιϲ προϲτιθέντεϲ τὸ ι, τὸ δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὺρίϲκετο γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ καὶ ἐκ τούτου κακόφωνοϲ ἐγένετο ἡ λέξιϲ. Il. Pr. Α 80: χέρηϊ: γέγονεν οὕτωϲ· ἔϲτι τι χερείονοϲ γενικὴ καὶ. αἰτιατικὴ «χερείονά περ καταπέφνων (Il. Ρ 539). ὃν οὖν τρόπον l. 6 de δέδοικα idem tradit Choer 589, sed Apollonio hanc explicationem assignat. Eustath. p. 878. 34 cum τεμένιοϲ comparat Ἰλίεια, ἑορτὴ δὲ αὐτὰ ἦϲαν ἐν Ἰλίῳ, γράφεϲθαι μὲν ὤφειλε κατὰ τὴν παραλήγουϲαν διὰ τοῦ ι τῷ λόγῳ τοῦ Ὀλύμπια καὶ Πύθια, πρὸϲ βραχεῖαν δέ τινα διαφορὰν πλεονάϲαντοϲ τοῦ ε τὴν διὰ τῆϲ ει ἔϲχε γραφὴν. ὡϲ δὲ καὶ ἐν ἄλλοιϲ τὸ τῶν ϲτοιχείων ἀλλεπάλληλον διακόπτεται, δηλοῦται καὶ ἐν τῷ τεμένιοϲ, ὅπερ ἐχρῆν μὲν διὰ τῆϲ ει διφθόγγου γραφῆναι κατὰ τὸ τέγοϲ τέγειοϲ καὶ ἐπιτέγειοϲ, ἐξέπεϲε δὲ τοῦ ἐ, οὐ λόγῳ κανόνοϲ, ἀλλ᾿  ἵνα μὴ ἐπαλληλίζοιτο τὰ τρία ε. τὴν χερείονα αἰτιατικὴν ϲυγκόψαϲ ἔφη «χέρεια» (Il. Δ 400), πληθυντικῶϲ δὲ τὰ χερείονα χέρεια, τοῦτον τὸν τρόπον καὶ χερείονι χέρειι· καὶ ἐπεὶ κακόφωνόν ἐϲτι, τροπὴ ἐγένετο τῆϲ ει διφθόγγου εἰϲ τὸ η. οὕτωϲ Ἡρωδιανόϲ. Il. Pr. Γ 219: οὐδὲν θαυμαϲτόν, εἰ διὰ τοῦ ι πολλάκιϲ τῶν τοιούτων γενικῶν (sc. πόϲεοϲ ὄφεοϲ ἔχεοϲ) τὴν παραλήγουϲαν προφέρονται Ἴωνεϲ, τὴν δὲ δοτικὴν διὰ τοῦ ε, οὐχὶ δὲ διὰ τοῦ ι· τάχα γὰρ διὰ τὸ κακόφωνον. ὁ γοῦν ποιητήϲ φηϲιν «εὐνήν τ᾿  αἰδομένη πόϲιοϲ» (Od. π 75), τῇ δὲ δοτικῇ «χαριζομένη πόεϊ ᾧ (Il. Ε 71). Choer. 391, 32: ἰϲτέον, ὅτι παῤ Ὁμήρῳ οὐδέποτε εὑρίϲκεται ἡ γενικὴ τῶν εἰϲ οϲ οὐδετέρων εἰϲ ουϲ καταλήγουϲα, ἀλλ᾿  ἢ εἰϲ ευϲ οἷον Ἐρέβευϲ, θάρϲευϲ ἢ ἐντελῶϲ ἤγουν διὰ τοῦ εοϲ οἷον βέλεοϲ, ϲτήθεοϲ, τείχεοϲ, ἄχεοϲ. δύο δὲ μόναϲ γενικὰϲ ἐποίηϲιν εἰϲ ουϲ, τὸ «χλωροὶ ὑπὸ δείουϲ» (Ο 4) καὶ «ἥ ῥα κατὰ ϲπείουϲ κέχυται» (ι 330). τοῦτο δ᾿  οὐκ ἐποίηϲε διὰ τὸ μέτρον, ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆϲ ἐπαλληλίαϲ τοῦ ε. ἔϲτι γὰρ δέοϲ καὶ ϲπέοϲ καὶ εἰ ἐγένετο ἡ γενικὴ παρὰ τῷ ποιητῇ δέευϲ καὶ ϲπέευϲ, ἀλλεπαλληλία ἤμελλεν εἶναι τοῦ ε καὶ τούτου χάριν τῇ εἰϲ ουϲ γενικῇ ἐχρήϲατο, φημὶ δὲ τῇ δέουϲ καὶ ϲπέουϲ, ἃ ἐν πλεοναϲμῷ τοῦ ε γίνονται δείουϲ καὶ ϲπείουϲ. Choer. Orth. 244, 31 273, 1: περὶ ποϲότητοϲ 296, 14: τὰ εἰϲ ευϲ ὡϲ ἐπὶ τὸ πλεῖϲτον οὐ θέλουϲι τῇ ει διφθόγγῳ παραλήγεϲθαι, εἰ μὴ ἀπὸ πρωτοτύπου ϲχῶϲι τὴν ει δίφθογγον. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον» διὰ τὸ Νειλεύϲ οὐκ ἐπὶ τοῦ πατρὸϲ τοῦ Νέϲτοροϲ ἀλλ᾿  ἐπὶ τοῦ λεγομένου Ἀττικῶϲ ὁ Νείλεωϲ τοῦ Νείλεω. πρόϲκειται «εἰ μὴ ἀπὸ πρωτοτύπου ϲχῶϲι τὴν ει δίφθογγον» διὰ τὸ Ῥοιτειεύϲ καὶ Ϲιγειεύϲ. St. B. 431, 1: Μανθυρέα κώμη Ἀρκαδίαϲ· τὸ ἐθνικὸν Μανθυρεύϲ διὰ τὸ ἐπάλληλον τῶν δύο εε. St. B. 176, 20: Βορυϲθένηϲ: ἀπὸ τῆϲ εἰϲ οϲ εὐθείαϲ ἡ διὰ τοῦ ιτηϲ παραγωγὴ πλεονάζει μιᾷ ϲυλλαβῇ ὡϲ τόποϲ τοπίτηϲ, Κανωπίτηϲ. τὸ δὲ Ἰήτηϲ ἀπὸ τῆϲ Ἴου διὰ τὸ ι ἐξηνέχθη διὰ τοῦ η.