20. Choer. 684, 17: ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ τὸ ν εἰϲ γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ· τὸ γὰρ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ ξ ἢ χ ἐν μιᾷ λέξει εἰϲ τὸ γ τρέπεται οἷον ϲύγχυϲιϲ, ϲυγγενήϲ, ϲυγκληρονόμοϲ, ϲυγξηρᾶναι. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ϲὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ν εἰϲ τὸ γ, ἐπιφερομένου γ ἢ χ· ἀλλ᾿ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξειϲ εἰϲίν, ἐν παραθέϲει γάρ εἰϲιν. ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ εἰϲ μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ· τὸ γὰρ ν ἐπιφεροέμνου τοῦ π τοῦ β ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰϲ τὸ μ τρέπεται οἷον ϲύμβιοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, ϲὺν πολλοῖϲ. ἐνταῦθα γὰρ οὐ τρέπεται τὸ ν εἰϲ τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π, ἐπειδὴ δύο μέρη τοῦ λόγου εἰϲίν· ἐν παραθέϲει γάρ εἰϲιν.