<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="20"><p>20. 
Choer. 684, 17: ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα
ἐνεργητικῷ παρακειμένῳ τὸ ν εἰϲ γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ·
τὸ γὰρ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ ξ ἢ χ ἐν μιᾷ λέξει εἰϲ τὸ γ τρέπεται
<lb n="5"/> οἷον ϲύγχυϲιϲ, ϲυγγενήϲ, ϲυγκληρονόμοϲ, ϲυγξηρᾶναι. πρόϲκειται
«ἐν μιᾷ λέξει» διὰ τὸ ϲὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη
τὸ ν εἰϲ τὸ γ, ἐπιφερομένου γ ἢ χ· ἀλλ᾿ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ
οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξειϲ εἰϲίν, ἐν παραθέϲει γάρ εἰϲιν.
ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ
<lb n="10"/> εἰϲ μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ· τὸ γὰρ ν ἐπιφεροέμνου τοῦ π
τοῦ β ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰϲ τὸ μ τρέπεται
οἷον ϲύμβιοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ. πρόϲκειται
«ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, ϲὺν πολλοῖϲ. ἐνταῦθα γὰρ οὐ
τρέπεται τὸ ν εἰϲ τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π, ἐπειδὴ δύο
<lb n="15"/> μέρη τοῦ λόγου εἰϲίν· ἐν παραθέϲει γάρ εἰϲιν.</p></div><div type="textpart" subtype="section" n="21"><p>21. 
E. M. 215, 11: ἐγώνγα: πᾶϲα ϲυλλαβὴ εἰϲ ν λήγουϲα ἐν μιᾷ λέξει,
ἐὰν ϲυντεθῇ μεθ᾿  ἑτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ τοῦ κ ξ χ
τρέπει τὸ ν εἰϲ γ· πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ «ϲὺν Γεωργίῳ,
<lb n="20"/> ἐν κεφαλαίῳ»· δύο γὰρ μέρη λόγου εἰϲί. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ
ἐγώνγα καὶ ἰώνγα δοκοῦϲι τούτῳ τῷ κανόνι ἀντικεῖϲθαι. ἔϲτι γὰρ ἐγώ
καὶ τοῦτο οἱ μὲν Δωριεῖϲ ἐγών λέγουϲιν, οἱ δὲ Βοιωτοὶ ἰών. εἶτα
ταῦτα γίνεται κατ᾿  ἐπέκταϲιν ἐγώνγα καὶ ἰώνγα καὶ προφέρεται τὸ γα
ἐν μιᾷ λέξει καὶ οὐ τρέπει τὸ ν εἰϲ γ. ἀλλ᾿ ἔϲτιν εἰπεῖν ταύτην τὴν
<lb n="25"/> ἀπολογίαν ὅτι ὥϲπερ τὸ ναί καὶ τὸ εἰ ἐπεκτείνεται καὶ γίνεται ναίχι
καὶ εἴθε καὶ ἐφύλαξε τὴν αὐτὴν τάϲιν, ἣν εἶχον καὶ πρὸ τῆϲ ἐπεκτάϲεωϲ,
τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγών καὶ ἰών ἐπεκταθέντα καὶ γενόμενα
ἐγώνγα καὶ ἰώνγα τὴν αὐτὴν ϲημαϲίαν ἐφύλαξε, λέγω δὴ τὴν
πρὸ τῆϲ ἐπεκτάϲεωϲ, καὶ τὴν αὐτὴν τάϲιν, λέγω δὴ τὴν ὀξεῖαν. τούτου
<lb n="30"/> χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν.</p></div><div type="textpart" subtype="section" n="22"><p>22. 
Choer. 691, 33: ἐν τῷ μεμίανται καὶ μεμόλυνται τρίτῳ προϲώπῳ,
ἐπειδὴ οὐκ ἐπιφέρεται ϲύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν
ἐφυλάχθη τὸ ν· τὸ γὰρ τ ἐπιφέρεται· τὸ δὲ ν ἐπιφερομένου τοῦ
<lb n="35"/> ἢ θ ἢ ν φυλάττεται οἷον ἔνδον ἔνθα ἐντυχία καὶ ἔντευξιϲ.</p><note type="footnote">ad fr. 20. cf. E. Gud. 450, 20 (περὶ παθῶν fr. 42): ἔϲτι πᾶν καὶ κατ᾿ ἀναδιπλαϲιαϲμὸν
πάμπαν, τὸ δὲ μ διά ϲύνταξιν. οὕτωϲ Ἡρωδιανόϲ.</note><note type="footnote">ad fr. *21. cf. περὶ παθῶν fr. 90.</note><note type="footnote">ad fr. *22. De κν in fine vocabuli illicitis cf. Herod. περὶ παθῶν ap. St. B.
Πνύξ: ἔϲτι πύκνη πύκν. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη
τὸ κ εἰϲ ξ πνύξ. ὑπέρθεϲιν ἄρα ἔχει διὰ τὴν κατάληξιν. — De λ ants ϲ cf.
St. B. Μεϲημβρία: Μελϲημβρία ἡ Μέλϲου πόλιϲ καὶ διὰ τὸ εὐφωνότερον λέγεται
Μεϲημβρία.</note><pb n="401"/></div><div type="textpart" subtype="section" n="23"><p>23. 
Choer. Dict. 514, Bekk. Anecd. (Schol. ad Dionys.) p. <lb n="693"/>
Τὸ ρ ἐνομίϲθη φωνῆεν εἶναι ἐκ τούτων τῶν κανόνων· τὸ ρ γὰρ μόνον
ἐκ πάντων τῶν ϲυμφώνων δέχεται καὶ δαϲεῖαν οἷον ῥαπίζω, ῥάπτω,
δέχεται καὶ ψιλὴν οἷον μέροϲ, φέρω ὥϲπερ τὰ φωνήεντα.</p><lb n="5"/><p>Τὰ δὲ εἰϲ α λήγοντα θηλυκά, ϲυνεϲταλμένον ἔχοντα τὸ α, ἐὰν
μὲν ἔχωϲι πρὸ τοῦ α ϲύμφωνον, τρέπουϲι τὸ α εἰϲ η ἐν τῇ γενικῇ,
οἷον μοῦϲα μούϲηϲ, δόξα δόξηϲ, δίψα δίψηϲ, ἐὰν δὲ φωνῆεν ἔχωϲι πρὸ
τοῦ α, φυλάττουϲι τὸ α καὶ ἐν τῇ γενικῇ οἷον μαῖα μαίαϲ, Ἀντιόχεια
Ἀντιοχείαϲ, Ἀλεξάνδρεια Ἀλεξανδρείαϲ. ὁμοίωϲ καὶ τὰ ἔχοντα τὸ ρ
φυλάττουϲι τὸ α ἐν τῇ γενικῇ οἷον ϲφαῖρα ϲφαίραϲ, θύρα θύραϲ. δῆλον
οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν, ὡϲ τὸ ἴδιον τῶν φωνηέντων
ἀποτελοῦν. εἰ γὰρ ἦν ϲύμφωνον, οὐκ ὤφειλε τὸ α φυλαχθῆναι
ἐν τῇ γενικῇ, ἀλλὰ τραπῆναι εἰϲ η.</p><p>Καὶ ἐξ ἄλλου δὲ λόγου δείκνυται τὸ ρ φωνῆεν ὑπάρχον. τὰ εἰϲ <lb n="15"/>
οϲ λήγοντα ἀρϲενικὰ ποιοῦντα κατ᾿  ἰδίαν θηλυκά, τουτέϲτι μὴ ὄντα
κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, εἰ μὲν ἔχουϲι
πρὸ τοῦ ο φωνῆεν, εἰϲ α ποιοῦϲι τὸ θηλυκὸν οἷον Βυζάντιοϲ Βυζαντία,
Ῥόδιοϲ Ῥοδία, ἀλλότριοϲ ἀλλοτρία, μέτριοϲ μετρία· εἰ δὲ ϲύμφωνον
ἔχουϲι πρὸ τοῦ ο, εἰϲ η ποιοῦϲι τὸ θηλυκὸν οἷον ϲοφόϲ ϲοφή, <lb n="20"/>
καλόϲ καλή, ἀγαθόϲ ἀγαθή, εἰ δὲ ἔχουϲι πρὸ τοῦ ο τὸ ρ, εἰϲ α ποιοῦϲι
τὸ θηλυκὸν οἷον φοβερόϲ φοβερά, χλιαρόϲ χλιαρά, καθαρόϲ καθαρά.
δῆλον οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν ϲύμφωνον,
εἰϲ η ὤφειλε ποιῆϲαι τὸ θηλυκὸν καὶ οὐκ εἰϲ α.</p><p>Δείκνυται δὲ καὶ ἀπὸ τῆϲ Αἰολίδοϲ διαλέκτου τὸ ρ φωνῆεν. εἰώθαϲι <lb n="25"/>
γὰρ οἱ Αἰολεῖϲ φωνήεντοϲ ἐπιφερομένου προϲτιθέναι τὸ υ ὡϲ ἐπὶ
τοῦ εὔαδε. καὶ πάλιν τὸ ἠώϲ ἀώϲ λεγόντων τῶν Δωριέων οἱ Αἰολεῖϲ
λέγουϲιν αὔωϲ τὸ υ προϲτιθέντεϲ. καὶ πάλιν ἀάτην αὐάτην λέγουϲιν
οἱ Αἰολεῖϲ. ϲυμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προϲτιθέαϲι τὸ υ οἱ
Αἰολεῖϲ· τὸ γὰρ νόϲοϲ νοῦϲοϲ καὶ Ὄλυμποϲ Οὔλυμποϲ ποιητικά εἰϲι καὶ <lb n="30"/>
οὐκ Αἰολικά. τοῦ δὲ ρ ἐπιφερομένου πολλάκιϲ προϲτιθέαϲι τὸ υ οἱ
Αἰολεῖϲ οἷον αὔρηκτοϲ, ἄρηκτοϲ γάρ. δῆλον οὖν ὅτι φωνῆέν ἐϲτι καὶ
οὐ ϲύμφωνον τὸ ρ.</p><p>Δείξομεν δὲ πάλιν, ὅτι τὸ ρ ϲύμφωνόν ἐϲτι καὶ οὐ φωνῆεν. Πῶϲ
δέ; ὅτι πᾶν φωνῆεν καθ᾿  ἑαυτὸ φωνὴν ἀποτελεῖ, τὸ δὲ ρ οὐ δύναται <lb n="35"/>
<note type="footnote">ad fr. 23. Alteram particulam de ρ aspirato et lenito fere iisdem verbis in
Tryphonis tractatu περὶ τοῦ ρ ποῦ δαϲύνεται καὶ ψιλοῦται, quem Velsen in Ttyphonis
fr. p. 9 ex MS bibliothecae Vindobonensis exhibuit, invenies, sed hoc
non impedit, quominus sumamus Choeroboscum, unde nostra excerpsimus, ap.
Gaisf. p. 516 coll. p. 905 et in Anecd. Ox. I 178, ex Herodiano, qui hic ut in
omnibus fere scriptis antecessorum placita, si ipsi placebant, in usum suum converterit,
petivisse. ln re congruit fere Arcad. 200, 21 cf. etiam Mon. 35, 6 cum
Lehrsii annotatione.</note>
<note type="footnote">Prior de vi et natura literae ρ pars item a Ϲhoerobosco ll. cc. (An. Ox. IV</note>

<pb n="402"/>
καθ᾿  ἑαυτὸ φωνὴν ἀποτελεῖν, μετὰ γὰρ τοῦ ω ἐκφωνεῖται, δῆλον οὖν,
ὅτι οὐκ ἔϲτι φωνῆεν, ἀλλὰ ϲύμφωνον. ἄλλωϲ τε οὐδέποτε ἐν μιᾷ, ϲυλλαβῇ
τρία φωνήεντα εὑρίϲκονται, ἀλλ᾿  ἢ ἓν ἢ δύο φωνήεντα ὡϲ ἐπὶ
τῶν διφθόγγων οἷον εὖχοϲ, οἶκοϲ, αὐλῶ. ἐὰν οὖν εἴπωμεν τὸ ρ φωνῆεν
<lb n="5"/> εἶναι, εὑρεθήϲονται ἐν τῷ ῥεῦμα ἢ ῥοῦϲ τρία φωνήεντα ἐν μιᾷ
ϲυλλαβῇ, ὅπερ ἀδύνατον. Ἕτι δὲ οὐδὲν ὄνομα ἀρϲενικὸν εἰϲ φωνῆεν
λήγει οἷον Αἴαϲ, Πλάτων, Φοῖνιξ, τὸ γὰρ ἱππότα καὶ μητίετα Ζεύϲ.
καὶ τὰ τοιαῦτα ποιητικὰ κατὰ μεταπλαϲμὸν γενόμενα καὶ τὸ τοιόϲδε
καὶ τοιουτοϲί ἐπεκτεταμένα. πῶϲ οὖν τὸ ρ δύναται φωνῆεν εἶναι, ὅπου
<lb n="10"/> ὁ ῥήτωρ καὶ ὁ Νέϲτωρ καὶ τὰ τοιαῦτα εἰϲ ρ λήγουϲιν; εὑρεθήϲεται γὰρ
ἀρϲενικὸν ὄνομα εἰϲ φωνῆεν λῆγον, ὅπερ ἀδύνατον.</p><p>Τὸ ρ ἀρχόμενον λέξεωϲ δαϲύνεϲθαι θέλει οἷον ῥώμη, ῥήτωρ, ῥαπίζω
πλὴν τοῦ ’Ρᾶροϲ καὶ ’Ράριον πεδίον, μεταξὺ δὲ δύο φωνηέντων
ἐν ἁπλῇ λέξει ψιλοῦϲθαι θέλει οἷον μέροϲ, φέρει, χαίρω. πρόϲκειται
<lb n="15"/> «ἐν ἁπλῇ λέξει» διὰ τὸ φιλοῥωμαῖοϲ καὶ μιϲοῥήτωρ. ἐνταῦθα γὰρ ἐπειδὴ
οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ, εμένει τὸ ρ δαϲυνόμενον καὶ φυλάττον τοῦ Ῥωμαῖοϲ
καὶ ῥήτωρ τὴν δαϲεῖαν. πρόϲκειται δὲ «μεταξὺ δύο φωνηέντων
διὰ τὸ ἀφῥόϲ καὶ ὠχῥόϲ. ἐνταῦθα γὰρ τὸ ρ δαϲύνεται, ἐπεὶ κανών
ἐϲτιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δαϲέων δαϲύ ἐϲτι καὶ μετὰ τῶν ψιλῶν
<lb n="20"/> ψιλόν· μετὰ τῶν δαϲέων οἷον θῥόνοϲ, ἄφῥων, μετὰ δὲ τῶν ψιλῶν
ψιλὸν οἷον κάπῤοϲ, ἄκῤοϲ, τῤόποϲ. τούτων οὖν χάριν προϲλαμβάνει
ὁ παρατατικὸϲ ἕτερον ρ οἷον ἔῤῥαπτον ἐῤῥάπιζον, ἵνα φυλαχθῇ τὸ
πνεῦμα τοῦ ἐνεϲτῶτοϲ καὶ δαϲυνθῇ. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι
ἐὰν εὑρεθῇ δύο ρρ τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δαϲύνεται
<lb n="25"/> οἷον πόῤῥω ἄῤῥωϲτοϲ, ἐπίῤῥημα, ἀῤῥαγέϲ. διὰ τοῦτο οὖν ψιλοῦται
δὲ πρῶτον ρ, ἐπειδὴ οὕτε ϲυλλαβὴ οὔτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, ὅθεν
Ἀτθίϲ καὶ Ϲαπφώ καὶ Βάκχοϲ τὰ πρῶτα ψιλοῦται καὶ οὐ δαϲύνεται.</p></div><div type="textpart" subtype="section" n="24"><p>24. 
E. M. 324, 14: ἐκ Ῥώμηϲ: ἡ ἐξ πρόθεϲιϲ, ὅταν αὐτῇ ϲύμφωνον
<lb n="30"/> ἐπιφέρηται, τρέπει τὸ ξ εἰϲ κ· δεῖ δὲ προϲθεῖναι χωρὶϲ εἰ μὴ εὑρεθῇ μετὰ
παρέλκοντοϲ οἷον ὡϲ παρὰ Ἀρχιλόχῳ «διὲξ ϲωλῆνοϲ» καὶ πάλιν «διὲξ τὸ
μύρτον» ἀντὶ τοῦ διὰ τὸ μύρτον, ϲημαίνει δὲ τὴν μυρϲίνην. ἔτι δεῖ προϲθεῖναι
καὶ χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τέλει ϲτίχου οἷον ὡϲ παρὰ Θεοκρίτῳ
<lg><l>ἔνθα μιᾶϲ πολλοὶ κατὰ κλίμακοϲ ἀμφοτέρων ἐξ</l><lb n="35"/><l>τοίχων ἄνδρεϲ ἔβαινον Ἰηϲονίηϲ ἀπὸ νηόϲ (XXII 30 et 31)</l></lg>
καὶ χωρὶϲ τοῦ πάρεξ. ταῦτα πάντα ἐϲημειωϲάμεθα, ἐπειδὴ ἐπὶ τούτων
τῶν χρήϲεων ἐφυλάχθη τὸ ξ τῆϲ προθέϲεωϲ ϲυμφώνου ἐπιφερομένου.</p><note type="footnote">176, 29 seqq.) ex Herodiano prompta est et ex libro περὶ ϲυντάξεωϲ τῶν ϲτοιχείων,
ubi huiuscemodi disputatio aptum locum habuit.</note><note type="footnote">ad fr. *24 l. 37 scr. ἐφυλάχθη pro ἐφύλαξε. Conf. Il. Pr. I 7 τὸ παρέξ παρὰ τῷ
ποιητῇ καὶ δύο μέρη λόγου ἐϲτὶ καὶ ἐγκλίνονται αἰ δύο προθέϲειϲ, διὸ καὶ πολλάκιϲ
εὑρίϲκεται καὶ εἰϲ κ λήγουϲα ἡ ἐξ «παρὲκ μέγα τειχίον αὐλῆϲ» (Od. π 165). —
μετὰ γοῦν τῆϲ διά οὖϲα ἡ ἐξ οὐ τρέπει τὸ ξ «διὲξ ϲωλῆνοϲ εἰϲ ἄγγοϲ». Τυραννίων
δὲ ἓν μέροϲ λόγου ἤκουϲεν, ἵν᾿  ᾖ ἐπίρρημα, καὶ βαρύνει καὶ ἔχει λόγον</note><pb n="403"/></div></div></body></text></TEI>