17. Choer. 318, 26: τὸ ἀνήρ ἀνέροϲ γενόμενον κατὰ ϲυγκοπὴν ἀνρόϲ ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ δ, καὶ ἐγένετο ἀνδρόϲ οὐκ ἠδύνατο γὰρ εἶναι ἀνρόϲ χωρὶϲ τοῦ δ, ἐπειδὴ τὸ ν πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει. δύναται εἶναι οὔτε ἐν διαϲτάϲει κτλ. 18. Ep. Cr. I 236, 1: κλάζω, ὁ μέλλων κλάγξω· καὶ ὤφειλεν ὁ ἐνεϲτὼϲ ἔχειν τὸ ν ἀλλὰ κανών ἐϲτιν ὁ λέγων, ὅτι οὐδέποτε τὸ ν πρὸ τοῦ ζ ἐν μιᾷ λέξει εὑρίϲκεται. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐνζεῦξαι· τοῦτο γὰρ οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο. ὅμοιόν ἐϲτι καὶ τὸ πλάγχθη ἀπὸ τοῦ πλάζω γενόμενον καὶ οὐκ ἔχει ὁ ἐνεϲτὼϲ τὸ ν. 19. E. M. 370, 15 (Ep. Cr. I 383. 21): παρὰ τὸ ῥέζω τὸ πράττω ὑπερθέϲει ἔρζω καὶ τροπῇ Δωρικῇ, ἐπειδὴ ἐν ἁπλῇ λέξει ϲύμφωνον πρὸ τοῦ ζ οὐχ ὁρᾶται, γίνεται ἔρδω. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐνζεῦξαι ϲύνθετον καὶ μελάνζοφοϲ· ἐκφέρεται δὲ ἐπὶ τοῦ μέλλοντοϲ διὰ τοῦ ξ τῷ λόγῳ τοῦ ἔρζω, ἵνα φυλάξῃ τὸ ὀφειλόμενον τοῦ ζ «ἔρξον, ὅπωϲ ἐθέλειϲ» (Δ 37). ad fr. *16. cf. περὶ παθῶν fr. 345 et de βροτόϲ fr. [372a]. Quaedam mu tavi ex simili loco Choer. p. 318 seq., ἐρράγηϲαν pro ἔρραφον, πρόϲριψον pro πρόϲριψιϲ, praeterea scripsi ἐρράφην pro ἔρραφον. ad fr. *17. Reliqua congruunt fere cum praecedento fr., cf. περὶ παθῶν fr. 353. ad fr, *18. Extremam partem καὶ μὴ ἔχον τὸ ν correxi ex E. M. 516, 31. ad fr. *19. cf. Herod. in Cathol. ap. Theogn. 52, 20. 20. Choer. 684, 17: ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ τὸ ν εἰϲ γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ· τὸ γὰρ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ ξ ἢ χ ἐν μιᾷ λέξει εἰϲ τὸ γ τρέπεται οἷον ϲύγχυϲιϲ, ϲυγγενήϲ, ϲυγκληρονόμοϲ, ϲυγξηρᾶναι. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ϲὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ν εἰϲ τὸ γ, ἐπιφερομένου γ ἢ χ· ἀλλ᾿ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξειϲ εἰϲίν, ἐν παραθέϲει γάρ εἰϲιν. ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ εἰϲ μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ· τὸ γὰρ ν ἐπιφεροέμνου τοῦ π τοῦ β ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰϲ τὸ μ τρέπεται οἷον ϲύμβιοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, ϲὺν πολλοῖϲ. ἐνταῦθα γὰρ οὐ τρέπεται τὸ ν εἰϲ τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π, ἐπειδὴ δύο μέρη τοῦ λόγου εἰϲίν· ἐν παραθέϲει γάρ εἰϲιν.