<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0087.tlg010.1st1K-grc1"><div type="textpart" subtype="section" n="14"><p>14. 
Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα ὅτι <lb n="30"/>
τὸ πρῶτον πρόϲωπον τῶν δυικῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ
θ, τὸ χαρακτηριϲτικὸν τοῦ δυϊκοῦ ῥήματοϲ, καὶ τὸ μ τοῦ πληθυντικοῦ,
καὶ λοιπὸν ἀναγκάζεται γενέϲθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον
δὲ τὸ μ πρὸ τοῦ τ, οὐ ϲυνίϲταται γὰρ οὕτε κατὰ ϲύλληψιν οὔτε κατὰ
διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ὅτι τὰ ὑποταϲϲόμενά τινι ἐν ϲυλλήψει, <lb n="35"/>
ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτοϲ
τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν, ἐὰν δὲ προηγήϲηται τὸ ρ
τοῦ π, κατὰ διάϲταϲιν αὐτοῦ προηγεῖται, ὡϲ ἐπὶ τοῦ ἕρπω καὶ πάλιν
ἐν τῷ κλέοϲ τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον
<note type="footnote">ad fr. 13. Secutus sum Meinekium pro [ἐν] οἶϲ suspicantem ὡϲ ὑποτέτακται.</note>
<note type="footnote">l. 33 scripsi τύπτομθον ἢ τύπτομτον pro τύπτοθμον ἢ τυπτόμετον et pluries
pro ὑποτέτακται τοῦ — τῷ.</note>

<pb n="398"/>
δὲ τὸ λ τοῦ κ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· καὶ
πάλιν ἐν τῷ θνήϲκω τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον
δὲ τὸ ν τοῦ θ ὡϲ ἐν τῷ ἄνθοϲ κατὰ διάϲταϲιν αὐτοῦ
προηγήϲατο. ἐπειδὴ οὖν τὸ μ ὑποτέτακται τῷ θ καὶ τῷ τ κατὰ ϲύλληψιν
<lb n="5"/> ὡϲ ἐν τῷ τμῆμα καὶ Ἀθμονίϲ (ϲημαίνει δὲ δῆμον Ἀλττικόν),
δῆλον ὅτι ἐὰν προηγήϲηται τοῦ θ καὶ τοῦ τ τὸ μ, οὐ δύναται αὐτῶν
ἀντιπροηγήϲαϲθαι κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν. Ἀλλ᾿  οὐδὲ
πάλιν κατὰ διάϲταϲιν δύναται ἀντιπροηγήϲαϲθαι τὸ μ τούτων, φημὶ δὲ
τοῦ τ καὶ τοῦ θ. ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει
<lb n="10"/> ἔχειν τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ
τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ οἷον ϲυμβουλή, ϲύμπονοϲ, ϲύμφωνοϲ,
ϲύμψηφοϲ, ϲυμμέτοχοϲ· ἐπειδὴ οὖν οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ
διάϲταϲιν ἠδύνατο τὸ μ πρὸ τοῦ θ ἢ τοῦ τ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει
τὸ πρῶτον πρόϲωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόϲωπον τῶν
<lb n="15"/> πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ.</p></div></div></body></text></TEI>