14. Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα ὅτι τὸ πρῶτον πρόϲωπον τῶν δυικῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ θ, τὸ χαρακτηριϲτικὸν τοῦ δυϊκοῦ ῥήματοϲ, καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ λοιπὸν ἀναγκάζεται γενέϲθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον δὲ τὸ μ πρὸ τοῦ τ, οὐ ϲυνίϲταται γὰρ οὕτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ὅτι τὰ ὑποταϲϲόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν, ἐὰν δὲ προηγήϲηται τὸ ρ τοῦ π, κατὰ διάϲταϲιν αὐτοῦ προηγεῖται, ὡϲ ἐπὶ τοῦ ἕρπω καὶ πάλιν ἐν τῷ κλέοϲ τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον ad fr. 13. Secutus sum Meinekium pro [ἐν] οἶϲ suspicantem ὡϲ ὑποτέτακται. l. 33 scripsi τύπτομθον ἢ τύπτομτον pro τύπτοθμον ἢ τυπτόμετον et pluries pro ὑποτέτακται τοῦ — τῷ. δὲ τὸ λ τοῦ κ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· καὶ πάλιν ἐν τῷ θνήϲκω τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ν τοῦ θ ὡϲ ἐν τῷ ἄνθοϲ κατὰ διάϲταϲιν αὐτοῦ προηγήϲατο. ἐπειδὴ οὖν τὸ μ ὑποτέτακται τῷ θ καὶ τῷ τ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ τμῆμα καὶ Ἀθμονίϲ (ϲημαίνει δὲ δῆμον Ἀλττικόν), δῆλον ὅτι ἐὰν προηγήϲηται τοῦ θ καὶ τοῦ τ τὸ μ, οὐ δύναται αὐτῶν ἀντιπροηγήϲαϲθαι κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν. Ἀλλ᾿  οὐδὲ πάλιν κατὰ διάϲταϲιν δύναται ἀντιπροηγήϲαϲθαι τὸ μ τούτων, φημὶ δὲ τοῦ τ καὶ τοῦ θ. ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ οἷον ϲυμβουλή, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ· ἐπειδὴ οὖν οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν ἠδύνατο τὸ μ πρὸ τοῦ θ ἢ τοῦ τ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει τὸ πρῶτον πρόϲωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ.