13. Steph. Hys. s. v. Ἀγβάτανα, πολίχνιον Ϲυρίαϲ, Ἡρόδοτοϲ τρίτῳ (c. 62 et 64). Δημήτριοϲ δέ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ τῆϲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ ᾱ γράφει· παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ τὸ Περϲικόν. παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φαϲι κεκλῆϲθαι. Ἡρωδιανὸϲ δ’ ἐν τῷ περὶ ϲυντάξεωϲ ϲτοιχείων ἐγκρίνει τὴν διὰ τοῦ κ γραφήν, παραιτούμενοϲ τὴν διὰ τοῦ γ λέγων οὕτωϲ «μή τι ἄρα· παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡϲ ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια».