13. Steph. Hys. s. v. Ἀγβάτανα, πολίχνιον Ϲυρίαϲ, Ἡρόδοτοϲ τρίτῳ (c. 62 et 64). Δημήτριοϲ δέ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ τῆϲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ ᾱ γράφει· παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ τὸ Περϲικόν. παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φαϲι κεκλῆϲθαι. Ἡρωδιανὸϲ δ’ ἐν τῷ περὶ ϲυντάξεωϲ ϲτοιχείων ἐγκρίνει τὴν διὰ τοῦ κ γραφήν, παραιτούμενοϲ τὴν διὰ τοῦ γ λέγων οὕτωϲ «μή τι ἄρα· παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡϲ ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια». 14. Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα ὅτι τὸ πρῶτον πρόϲωπον τῶν δυικῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ θ, τὸ χαρακτηριϲτικὸν τοῦ δυϊκοῦ ῥήματοϲ, καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ λοιπὸν ἀναγκάζεται γενέϲθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον δὲ τὸ μ πρὸ τοῦ τ, οὐ ϲυνίϲταται γὰρ οὕτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ὅτι τὰ ὑποταϲϲόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν, ἐὰν δὲ προηγήϲηται τὸ ρ τοῦ π, κατὰ διάϲταϲιν αὐτοῦ προηγεῖται, ὡϲ ἐπὶ τοῦ ἕρπω καὶ πάλιν ἐν τῷ κλέοϲ τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον ad fr. 13. Secutus sum Meinekium pro [ἐν] οἶϲ suspicantem ὡϲ ὑποτέτακται. l. 33 scripsi τύπτομθον ἢ τύπτομτον pro τύπτοθμον ἢ τυπτόμετον et pluries pro ὑποτέτακται τοῦ — τῷ. δὲ τὸ λ τοῦ κ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· καὶ πάλιν ἐν τῷ θνήϲκω τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ν τοῦ θ ὡϲ ἐν τῷ ἄνθοϲ κατὰ διάϲταϲιν αὐτοῦ προηγήϲατο. ἐπειδὴ οὖν τὸ μ ὑποτέτακται τῷ θ καὶ τῷ τ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ τμῆμα καὶ Ἀθμονίϲ (ϲημαίνει δὲ δῆμον Ἀλττικόν), δῆλον ὅτι ἐὰν προηγήϲηται τοῦ θ καὶ τοῦ τ τὸ μ, οὐ δύναται αὐτῶν ἀντιπροηγήϲαϲθαι κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν. Ἀλλ᾿  οὐδὲ πάλιν κατὰ διάϲταϲιν δύναται ἀντιπροηγήϲαϲθαι τὸ μ τούτων, φημὶ δὲ τοῦ τ καὶ τοῦ θ. ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ οἷον ϲυμβουλή, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ· ἐπειδὴ οὖν οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν ἠδύνατο τὸ μ πρὸ τοῦ θ ἢ τοῦ τ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει τὸ πρῶτον πρόϲωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ. 15. Choer. 541, 14: ἔϲτι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ καὶ ὀφείλονται ταῦτα κατὰ τὸν παρακείμενον φυλάξαι αὐτό τε τὸ ἀμετάβολον καὶ γενέϲθαι τέταμκα, νέναμκα, δέδεμκα, βέβραμκα ὥϲπερ   κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένετο δὲ οὕτωϲ, ἀλλὰ τέτμηκα, νενέμηκα, δεδέμηκα, βεβρέμηκα διὰ τὸ μηδέποτε εὑρίϲκεϲθαι τὸ μ πρὸ τοῦ μήτε κατὰ ϲύλληψιν μήτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται, οἷον τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν ἐν τῷ πρῶτοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν ἐν τῷ θνήϲκω, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθοϲ ἀντιπροηγεῖται αὐτοῦ. πάλιν τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ἐν τῷ κλέοϲ, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ρ ὑποτέτακται τῷ γ κατὰ ϲύλληψιν ἐν τῷ γραῦϲ, ἀντιπροηγηϲάμενον δὲ αὐτοῦ ἐν τῷ ἔργῳ κατὰ διάϲταϲιν ἀντιπροηγεῖται αὐτοῦ εἰ ἄρα οὖν τὸ μ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάϲταϲιν θέλει ἀντιπροηγήϲαϲθαι αὐτοῦ ἀλλ᾿  οὐδὲ ἐν διαϲτάϲει δύναται προηγεῖϲθαι αὐτοῦ, φημὶ δὲ τὸ τοῦ κ, ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ἀρχομένην ἢ ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ μ οἷον ϲύμβουλοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ. l. 21 omisi post βεβρέμηκα verba τοῦ η πλεονάϲαντοϲ utpote a Choerobosco apposita, nam Herodianus quin a formis perispomenis propagaverit haec per fecta, non dubium est. l. 33 pro ἄκμων δηλονότι, ἀντιπροηγούμενον δὲ scripsi mutata interpunctione et omisso δέ. Similia exstant in Choer. Ep. in Psalm, 31, 22, quae in E. M. 606, 45 translata sunt. 16. Choer. Dict. 623, 19: ἁμαρτῶ, ὁ δεύτεροϲ ἀόριϲτοϲ ἥμαρτον καὶ κατὰ ὑπερβιβαϲμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰϲ ο καὶ πλεοναϲμῷ τοῦ β ἤμβροτον. τὸ δὲ β ἐπλεόναϲεν, ἐπειδὴ τὸ μ πρὸ τοῦ ρ οὔτε ἐν ϲυλλήψει δύναται εἶναι οὔτ᾿  ἐν διαϲτάϲει· καὶ ἐν ϲυλλήψει μέν, ἐπειδὴ ἀμετάβολον ἀμεταβόλου προηγεῖται οὐδέποτε, οἷον ἅρμα, ἕρνοϲ, ἅλμη, εἰ μὴ τὸ μ πρὸ τοῦ ν οἷον μνᾶ μνημεῖον· ἐν διαϲτάϲει δὲ οὐκ ἠδύνατο εἶναι τὸ μ πρὸ τοῦ ρ, ἐπειδὴ τὸ ρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον ϲύμφωνον κατὰ διάϲταϲιν, εἰ μὴ αὐτὸ τὸ ρ, οἷον ἔρραπτον, ἐρράφην, ἐρράφηϲαν, ἐπίρρημα, ὑποδηματόρραφοϲ, ἄρρωϲτοϲ. πρόϲκειται «κατὰ διάϲταϲιν», ἐπειδὴ ἕτερα ϲύμφωνα εὑρίϲκονται προηγούμενα τοῦ ρ κατὰ ϲύλληψιν οἷον δρῶ, κρέαϲ, Τρώϲ, γραῦϲ, βρέχω. δεῖ προϲθεῖναι χωρὶϲ τῶν ἀπὸ τῆϲ πρόϲ, εἰϲ, ἐξ, καὶ τοῦ δυϲ ἐπιρρήματοϲ· ἐπὶ τούτων γὰρ εὑρίϲκεται ἕτερα ϲύμφωνα προηγούμενα τοῦ ρ κατὰ διάϲταϲιν ὡϲ δύϲριγοϲ, δύϲροια, πρόϲριψον, ἐκρεῦϲαι. ἐπειδὴ οὖν, ὡϲ δέδεικται, οὐκ ἠδύνατο τὸ μ πρὸ τοῦ ρ εἶναι οὔτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν, ἐξ ἀνάγκηϲ ἐπλεόναϲε τὸ β ἐν τῷ ἤμβροτον.