12. Choer. 689, 30. γίνεται τὸ δεύτερον πρόϲωπον τέτυπϲαι καὶ ἐτέτυπϲο διὰ τοῦ π καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρναται τὸ π καὶ τὸ ϲ εἰϲ ψ καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο, ὥϲπερ καὶ ἀπὸ τοῦ Πέλοπι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ διὰ τοῦ π καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ π καὶ ϲ εἰϲ ψ Πέλοψι διὰ τοῦ ψ. Πάλιν ἐϲτὶ τὸ δεύτερον πρόϲωπον νένυκϲαι καὶ ἐνένυκϲο διὰ τοῦ κ καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρνανται τὸ κ καὶ ϲ εἰϲ ξ καὶ γίνονται νένυξαι καὶ ἐνένυξο διὰ τοῦ ξ, ὥϲπερ ἀπὸ τῆϲ κόρακι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ κόρακϲι διὰ τοῦ κ καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ κ καὶ ϲ εἰϲ ξ κόραξι.