10. E. M. 249, 15: Δαϲλήρα: δεῖ γινώϲκειν, ὅτι τὸ Δαϲλήρα (ὄνομά ἐϲτι λίμνηϲ) καὶ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) καὶ Πάϲνηϲ καὶ Μάϲνηϲ (ὀνόματα ποταμῶν) καὶ Ὀϲροήνη ὅπερ τινὲϲ Ὀρροήνη λέγουϲιν (ἔϲτι δὲ χώρα οὕτω καλουμένη ἐν Ϲυρίᾳ) τὸ ϲ ἐν ϲυλλήψει ἔχουϲι μετὰ τῶν ἐπιφερομένων ϲυμφώνων. ὅτι γὰρ οὐκ ἔϲτιν ἐν διαϲτάϲει, δῆλον ἐκ τοῦ μὴ ἄρχεϲθαι ἐπιφερομένην ϲυλλαβὴν ἀπὸ τοῦ ϲ· εἰ γὰρ ἦν τὸ ϲ ἐν διαϲτάϲει καὶ ἔληγεν ἡ ϲυλλαβὴ εἰϲ τὸ ϲ, εἶχεν ἂν ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀρχὴν ἀπὸ τοῦ ϲ διὰ τὸν κανόνα τοῦτον· πᾶϲα γὰρ ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ, ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀπὸ τοῦ ϲ ἀρχομένην οἷον νύϲϲω, πλήϲϲω καὶ τὰ ὅμοια.