10. E. M. 249, 15: Δαϲλήρα: δεῖ γινώϲκειν, ὅτι τὸ Δαϲλήρα (ὄνομά ἐϲτι λίμνηϲ) καὶ Βρυϲμόϲ (ἔϲτι δὲ ὄνομα βαϲιλέωϲ) καὶ Πάϲνηϲ καὶ Μάϲνηϲ (ὀνόματα ποταμῶν) καὶ Ὀϲροήνη ὅπερ τινὲϲ Ὀρροήνη λέγουϲιν (ἔϲτι δὲ χώρα οὕτω καλουμένη ἐν Ϲυρίᾳ) τὸ ϲ ἐν ϲυλλήψει ἔχουϲι μετὰ τῶν ἐπιφερομένων ϲυμφώνων. ὅτι γὰρ οὐκ ἔϲτιν ἐν διαϲτάϲει, δῆλον ἐκ τοῦ μὴ ἄρχεϲθαι ἐπιφερομένην ϲυλλαβὴν ἀπὸ τοῦ ϲ· εἰ γὰρ ἦν τὸ ϲ ἐν διαϲτάϲει καὶ ἔληγεν ἡ ϲυλλαβὴ εἰϲ τὸ ϲ, εἶχεν ἂν ἡ ἐπιφερομένη ϲυλλαβὴ ἀρχὴν ἀπὸ τοῦ ϲ διὰ τὸν κανόνα τοῦτον· πᾶϲα γὰρ ϲυλλαβὴ καταλήγουϲα εἰϲ ϲ, ἔχει καὶ τὴν ἑξῆϲ ϲυλλαβὴν ἀπὸ τοῦ ϲ ἀρχομένην οἷον νύϲϲω, πλήϲϲω καὶ τὰ ὅμοια. 11. Choer. 691, 13: ἐν τῷ τέτυπται τὸ φ εἰϲ τὸ π ἐτράπη καὶ ἐν τῷ νένυκται τὸ β εἰϲ τὸ κ, ὅτι οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ τοῦ τ εἶναι οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν· κατὰ διάϲταϲιν μέν, ἐπειδὴ οὐδέποτε οὕτε ϲυλλαβὴ οὕτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, ad fr. *9a. θμ reperitur in initio vocis in Θμοῦιϲ nomine urbis A egyptiacae, φν in Φναίτηϲ ὄνομα παῤ Αἰγυπτίοιϲ βάρβαρον quod affert Choerob. in E. M. 47, ubi de φνεί vel τοφνεί disputat, quem locum in orthographia proposui, pro νδ posui γδ et pro ὄνθοϲ ὄγδοοϲ, pro ἄνθοϲ ἴθμα. ad fr. 9b. cf. Rankium de Hesych. p. 123. l. 22 scripsi pro ἐϲτὶ ἔχουϲι. — nomen Βρυϲμόϲ etiam ap. Arcad. 58, 24 occurrit, sed falso inter appellativa relatum est. De re cf. etiam Hephaest. p. 7 Westph., qui praeter Πάϲνηϲ et Μάϲνηϲ (ὀνόματα παρὰ Ξάνθῳ ἐν τοῖϲ Λυδιακοῖϲ) affert μάϲληϲ per passionem ex μάϲθληϲ ortum et quod cum Βρυϲμόϲ comparari potest ἑϲμόϲ. ad l. 33 cf. Ep. Hom. 4, 27 ἀριθμήμεναι: τὸ θ μετὰ τοῦ μ ἐν ϲυλλήψει ἐϲτίν. οὐδέποτε γὰρ ϲυλλαβὴ εἰϲ δαϲὺ λήγει. ὅθεν τὸ Ἀτθίϲ καὶ Ϲαπφώ καὶ Βάκχοϲ τὰ πρῶτα διὰ ψιλῶν γράφομεν· κατὰ ϲύλληψιν δὲ οὐκ ἠδύνατο οὕτε τὸ φ οὕτε τὸ χ πρὸ τοῦ τ εἶναι, ἐπειδὴ τὸ φ καὶ τὸ χ δαϲέα εἰϲί, τὸ δὲ τ ψιλόν. ψιλὰ δὲ ψιλῶν ἡγοῦνται καὶ δαϲέα δαϲέων καὶ μέϲα μέϲων κατὰ ϲύλληψιν οἷον πρῶϲιϲ, κτύποϲ, χθών, ἑβδομάϲ, ἐρίγδουποϲ, ὀγδόη· πῶϲ οὖν τὸ φ καὶ τὸ 2 δαϲέα ὄντα ἠδύναντο τοῦ τ ψιλοῦ ὄντοϲ προηγεῖϲθαι κατὰ ϲύλληψιν; 12. Choer. 689, 30. γίνεται τὸ δεύτερον πρόϲωπον τέτυπϲαι καὶ ἐτέτυπϲο διὰ τοῦ π καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρναται τὸ π καὶ τὸ ϲ εἰϲ ψ καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο, ὥϲπερ καὶ ἀπὸ τοῦ Πέλοπι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ διὰ τοῦ π καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ π καὶ ϲ εἰϲ ψ Πέλοψι διὰ τοῦ ψ. Πάλιν ἐϲτὶ τὸ δεύτερον πρόϲωπον νένυκϲαι καὶ ἐνένυκϲο διὰ τοῦ κ καὶ ϲ καὶ διὰ τὴν κακοφωνίαν κίρνανται τὸ κ καὶ ϲ εἰϲ ξ καὶ γίνονται νένυξαι καὶ ἐνένυξο διὰ τοῦ ξ, ὥϲπερ ἀπὸ τῆϲ κόρακι δοτικῆϲ ἑνικῆϲ γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προϲόδῳ τοῦ ϲ κόρακϲι διὰ τοῦ κ καὶ ϲ καὶ κατὰ κρᾶϲιν τοῦ κ καὶ ϲ εἰϲ ξ κόραξι. 13. Steph. Hys. s. v. Ἀγβάτανα, πολίχνιον Ϲυρίαϲ, Ἡρόδοτοϲ τρίτῳ (c. 62 et 64). Δημήτριοϲ δέ φηϲιν Ἀγβάτανα διττά, τὰ μὲν τῆϲ Μηδίαϲ, τὰ δὲ τῆϲ Ϲυρίαϲ. Κτηϲίαϲ δὲ πανταχοῦ τῶν Περϲικῶν τὰ παρὰ Μήδοιϲ Ἀγβάτανα διὰ τοῦ ᾱ γράφει· παρὰ δὲ τοῖϲ ἀρχαίοιϲ διὰ τοῦ τὸ Περϲικόν. παρὰ Χάρακι δὲ καὶ αὕτη διὰ τοῦ ε, ἣν καὶ Ἐπιφάνειάν φαϲι κεκλῆϲθαι. Ἡρωδιανὸϲ δ’ ἐν τῷ περὶ ϲυντάξεωϲ ϲτοιχείων ἐγκρίνει τὴν διὰ τοῦ κ γραφήν, παραιτούμενοϲ τὴν διὰ τοῦ γ λέγων οὕτωϲ «μή τι ἄρα· παρακινδυνεύει τὸ β ὑποτετάχθαι τῷ γ, ὡϲ ὑποτέτακται ἐν τῷ λάγβατα ὅρκια». 14. Choer. 503, 16: τὰ ὑπὸ τοῦ Ἡρωδιανοῦ λεγόμενα ταῦτα ὅτι τὸ πρῶτον πρόϲωπον τῶν δυικῶν ἐνταῦθα ἀναγκάζεται ἔχειν τὸ τ ἢ τὸ θ, τὸ χαρακτηριϲτικὸν τοῦ δυϊκοῦ ῥήματοϲ, καὶ τὸ μ τοῦ πληθυντικοῦ, καὶ λοιπὸν ἀναγκάζεται γενέϲθαι τύπτομθον ἢ τύπτομτον, ἀδύνατον δὲ τὸ μ πρὸ τοῦ τ, οὐ ϲυνίϲταται γὰρ οὕτε κατὰ ϲύλληψιν οὔτε κατὰ διάϲταϲιν· κατὰ ϲύλληψιν μέν, ὅτι τὰ ὑποταϲϲόμενά τινι ἐν ϲυλλήψει, ἐὰν ἀντιπροηγήϲωνται, ἐν διαϲτάϲει ἀντιπροηγοῦνται οἷον ἐν τῷ πρῶτοϲ τὸ ρ ὑποτέτακται τῷ π κατὰ ϲύλληψιν, ἐὰν δὲ προηγήϲηται τὸ ρ τοῦ π, κατὰ διάϲταϲιν αὐτοῦ προηγεῖται, ὡϲ ἐπὶ τοῦ ἕρπω καὶ πάλιν ἐν τῷ κλέοϲ τὸ λ ὑποτέτακται τῷ κ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον ad fr. 13. Secutus sum Meinekium pro [ἐν] οἶϲ suspicantem ὡϲ ὑποτέτακται. l. 33 scripsi τύπτομθον ἢ τύπτομτον pro τύπτοθμον ἢ τυπτόμετον et pluries pro ὑποτέτακται τοῦ — τῷ. δὲ τὸ λ τοῦ κ ἐν τῷ ἕλκω κατὰ διάϲταϲιν αὐτοῦ ἀντιπροηγεῖται· καὶ πάλιν ἐν τῷ θνήϲκω τὸ ν ὑποτέτακται τῷ θ κατὰ ϲύλληψιν, ἀντιπροηγούμενον δὲ τὸ ν τοῦ θ ὡϲ ἐν τῷ ἄνθοϲ κατὰ διάϲταϲιν αὐτοῦ προηγήϲατο. ἐπειδὴ οὖν τὸ μ ὑποτέτακται τῷ θ καὶ τῷ τ κατὰ ϲύλληψιν ὡϲ ἐν τῷ τμῆμα καὶ Ἀθμονίϲ (ϲημαίνει δὲ δῆμον Ἀλττικόν), δῆλον ὅτι ἐὰν προηγήϲηται τοῦ θ καὶ τοῦ τ τὸ μ, οὐ δύναται αὐτῶν ἀντιπροηγήϲαϲθαι κατὰ ϲύλληψιν, ἀλλὰ κατὰ διάϲταϲιν. Ἀλλ᾿  οὐδὲ πάλιν κατὰ διάϲταϲιν δύναται ἀντιπροηγήϲαϲθαι τὸ μ τούτων, φημὶ δὲ τοῦ τ καὶ τοῦ θ. ἐπειδὴ πᾶϲα ϲυλλαβὴ καταλήγουϲα εἰϲ τὸ μ θέλει ἔχειν τὴν ἑξῆϲ ϲυλλαβὴν ἀρχομένην ἀπὸ τοῦ β ἢ ἀπὸ τοῦ π ἢ ἀπὸ τοῦ φ ἢ ἀπὸ τοῦ ψ ἢ ἀπὸ τοῦ μ οἷον ϲυμβουλή, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ· ἐπειδὴ οὖν οὕτε κατὰ ϲύλληψιν οὕτε κατὰ διάϲταϲιν ἠδύνατο τὸ μ πρὸ τοῦ θ ἢ τοῦ τ, ἐξ ἀνάγκηϲ ἐπιλιμπάνει τὸ πρῶτον πρόϲωπον τῶν δυϊκῶν, ἡνίκα τὸ πρῶτον πρόϲωπον τῶν πληθυντικῶν τὸ μ ἔχει ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ.