1. Il. Pros. Λ 160: κειν᾿: λέγει ὁ τεχνικὸϲ ἐν τῷ α΄ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου· τὰ ὀξύτονα ἡνίκα ἐκθλίβηται τὴν ὀξυνομένην ϲυλλαβήν, ἀναπέμπει τὴν ὀξεῖαν ἐπὶ τὴν ὀπίϲω ϲυλλαβήν, καὶ ἐὰν ᾖ ἡ ἐκθλιβεῖϲα ϲυλλαβὴ ἡ ἔχουϲα τὴν ὀξεῖαν βραχεῖα, ἡ δὲ ὀπίϲω ϲυλλαβὴ φύϲει μακρά, τῷ τονικῷ παρεγγέλματι γίνεται περιϲπώμενον. περιϲπᾶ γοῦν τὸ δεῖλ᾿ . ἐν δὲ τῇ Ὁμηρικῇ προϲῳδίᾳ ἐναντιοῦται τούτῳ. 2.Il. Pros. P 201: ζητεῖ ὁ Ἡρωδιανὸϲ ἐν τῷ α' ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου περὶ τοῦ ἆ δεῖλ᾿, πῶϲ δεῖ τονίζειν αὐτὸ καί φηϲι. πολὺ δὲ πρότερον παρὰ τῷ ποιητῇ ἐϲτὶ τὸ τῆϲ ἀναγνώϲεωϲ «ἆ δείλ᾿ οὐδέ τί τοι θάνατοϲ» ἢ «ἆ δεῖλ᾿ οὐδέ τί τοι θάνατοϲ». τὸ γὰρ πλῆρέϲ ἐϲτιν ἆ δειλέ· οὐ γάρ, ὡϲ οἱ ἐξηγηϲάμενοι, τοῦ δείλαιε ἀποκοπή. ἐν ἑτέροιϲ γὰρ αὐτὸϲ λέγει «ἆ δειλώ, τί νυ δάκρυ κατείβετον» (Od φ 86). περιγέγραπται οὖν ἡ ὀξεῖα, εἶτα καὶ ἀνάπαυϲιϲ γέγονεν. ἆρα οὖν φυλαχθήϲεται ἡ ὀξεῖα, ἢ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆϲ ὀξείαϲ περιγέγραπται καὶ ὁ τόνοϲ; τὸ κρινόμενον ἐκεῖνο, ἵνα ἐπιϲτάμενοι ἀναγνῶμεν. ἕν ἐϲτιν εἰπεῖν, εἰ ἅπαξ περιγέγραπται τὸ φωνῆεν τὸ ἔχον τὴν ὀξεῖαν, ὁ τόνοϲ γενέϲθω τῆϲ προτέραϲ ϲυλλαβῆϲ, οὐχὶ τῆϲ ἐπὶ τέλουϲ. 3.Schol. A ad Il. Γ 272 et E. M. 116, 51: ἄωρτο· ἄρω ἐϲτὶ τὸ ϲημαντικὸν τοῦ ἁρμόζω, οὗ μέλλων ἄρϲω, ἀόριϲτοϲ ἦρϲα «Θέτιϲ ὤμοιϲιν ἐπῆρϲεν» (Il. Ο 167 et 339) ἀντὶ τοῦ ἐφήρμοϲεν «καὶ πώμαϲιν ἄρϲον ἅπαντα» (Od. β 353) ἀντὶ τοῦ ἐφάρμοϲον. τοῦ ἄρω ὁ παρακείμενοϲ ἦρκα, ὁ παθητικὸϲ ἦρμαι, ὑπερϲυντέλικοϲ ἤρμην, τὸ τρίτον ἦρτο, ϲυϲτολῇ ἄρτο, ἐπενθέϲει τοῦ ω ἄωρτο ὥϲπερ εἶθα εἴωθα. οὕτωϲ Ἡρωδιανὸϲ ἐν τῷ β΄ ὑπομνήματι τῷ περὶ παθῶν Διδύμου. ad fr. 1. α΄ cum Schmidt. fr. Didym. 344 inserui et pro τοῦ cum Lehrs Arist. p. 21 τῷ scripsi. In fine τὸ δεῖλ᾿  Heynius pro τὸ δῆλον emendavit. — De re cf. Il. Pr Λ 441, ἆ δεῖλ᾿: ἐπεὶ μετὰ τὰϲ προϲαγορευτικὰϲ ἀνάγκη ϲτίζειν, ὡϲ καὶ ἡ ϲυνήθεια μαρτυρεῖ ϲτίζουϲα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔϲτι δὲ πλήρηϲ ἀλλὰ ϲυνήλειπται, οὕτωϲ δὲ ἡμῶν ἀναγινωϲκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαριϲμὸϲ γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περιϲπάϲοιμεν, ἀναγκαίωϲ ἐκ πλήρουϲ γράφειν τὴν λέξιν «ἆ δειλέ» δεῖ, ἵνα καὶ ἡ ϲτιγμὴ καὶ ὁ τόνοϲ ἀναλόγωϲ καὶ Ἑλληνικῶϲ ἔχῃ. οὕτωϲ δὲ καὶ Ἀρίϲταρχοϲ ἔγραψεν ἐκ πλήρουϲ, ὡϲ Δίδυμοϲ μαρτυρεῖ τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεϲθαι τοῦ ϲτοιχείου προϲτιθέντοϲ, ἐπεὶ ὅταν δέῃ ὑγιέϲ αὐτὸ παριϲτάναι, πάλιν ἀφαιρεθήϲεται ὡϲ «βουκόλε ἐπεὶ οὕτε κακῷ» (Od. υ 227) «ἠ οὐ μέμνῃ ὅτε τ᾿ ἐκρέμω» (Il. 18). οὕτωϲ δὲ καὶ ἐν τοῖϲ ἑξῆϲ «ἆ δειλέ, οὐ μὲν ϲοί γε» (452). cf. Lehrsium ad h. l. et ad Mon. 40, 25 s. κρείϲϲων. ad fr. 3. In E. M. scriptum est Ἰωνικῶϲ κατὰ ϲυϲτολὴν ἄρτο. — Verba ὥϲπερ εἶθα εἴωθα ex E. M. addidi. Pro ποιήματι scripsi ὑπομνήματι cum Lehrs Arist. p. 20 ed. II secundum titulum in duobus reliquis fragmentis consignatum; Lobeckius El. I 480 pro ποιήματι proposuit τμήματι.